Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

584. δόναξ] ἐκ ξύλων γὰρ ἤσαν καὶ καλάμων τὰ βέλη· ὅθεν καὶ “κῆλα θεοῖο” (Il. 1. 383) φησίν, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα.

[*](B=)

586. ἤυσεν δέ] εἰκότως βοᾶ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες.

[*](3. suppl. Bekker, ef. Et. M. ‖ 5. ἀλ. πληγῶν B, ἀλ. τῶν νησίων: corr. W ‖ 9. ὑπέρθημοι ‖ 12. θεοῦ B ‖ 18. iteratur ad 570 * θύνων ἵστατο ‖ 25. εἰσι B: ἤσαν ‖ 27. supplevi ex B ‖ 28. τοῦ σκυλεύοντας ‖ 28, 29. τοὺς ἀναι- ρουμένους σκυλεύειν B ‖ 30. προσελθεῖν ut B ‖ 31. μὴ μαχ. B)
413

588. καὶ ἀμύνετε-Αἴαντι] φιλικῶς ἅμα καὶ διὰ τοῦ ὑπερ- [*](Β=) έχοντος θορυβῶν αὐτούς· διὸ καὶ ἐπεξεργάζεται.

589. οὐδέ ὲ φημὶ φεύξεσθ〈αι〉] τῆς ἀρετῆς Αἴαντος ἔνδειξις, ὅτι [*](B=) οὐ φεύξεται ἀλλὰ μέχρι θανάτου μενεῖ μαχόμενος. ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκφυγεῖν, καἰ γενναῖος ὤν.

590. *οὐκ οἶμαι αὐτόν, ἕως ὅτου 〈ἂν〉 ἀποκάμῃ, παραχωρῆσαι τῷ πολεμίῳ.

591. *“ἵστασθε” ἄντην τῶν ἐχθρῶν.

592. οἳ δὲ παρʼ αὐτὸν—ἔστησαν] οὕτω δεῖ ἀρχαίως, οὐ ‘παρʼ αὐτῷ.ʼ

593. σάκε ὕμοισι κλίναντες] δύναται καὶ τοὺς ὤμους τοῖς [*](A B -) σάκεσι σκεπάσαντες, δύναται δὲ καὶ τὸ σχῆμα τῆς ἀσπίδος δηλοῦν, ὅτι τὸ μὲν ἄνω προσέκλινον τοῖς μοις, τὸ δὲ κάτω προεῖχον.

595. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετ〈ο〉 ἔθνος ἑταίρων] ἐν τῷ [*](B=) πλήθει τῶν ἑταίρων μετεβάλετο καὶ πρὸς αὐτοὺς ἐστράφη.

596. μάρναντο δέμας πυρός] τὴν σφοδρότητα τῆς μάχης παρί- [*](A= B-) στησι, πυρὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ ῥῷστα καὶ τάχιστα φθείρει.

πυρὸς αἰθομένοιο] λείπει τὸ ὡς, ἀντὶ τοῦ“ὡς πῦρ αἰθόμενον.ʼ

[*](AB=)

597. Νηλήιαι ἵπποι] ἐκ τῆς Νηλέως ἀγέλης, ὡς καὶ ἐπὶ τοῦ [*](B-) “ἶοι Τρώιοι” (Il. 5. 222) ἀπὸ τῆς Τρωὸς ἀγέλης. Τρωὶ γὰρ ὁ Ζεὺς τοὺς ἵππους ἐδωρήσατο· τοῦτο δὲ ἔνιοι μὴ συνιέντες γράφουσι “Νηλήιον” ἐπὶ τοῦ Νέστορος· ἄτοπον γάρ φασι τὰς Πηλέως ἵππους ζῆν μέχρι νῦν.

598. ἱδρῶσαι] ἐνδὲ τῷ ἀγῶνι (Il. 23. 310) ἀρσενικῶς. §. ἰδίως δὲ “φέρον” (597) καὶ “ἤγον” (598). ἢ διὰ τὸ τῆς πληγῆς βαρύ.

[*](B+)

ἤγον δὲ Μαχάονα] τοὺς πλείους τῶν ἀριστέων τρώσας πλὴν [*](Β=) Αἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον καὶ τὸν Τεῦκρον ἑξῆς, ἵνα εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. εἶτα τούτους ἐπὶ τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Αἴαντος τὰ λοιπὰ καταναλίσκει ἕως τῆς Πατρόκλου ἐξόδου· καὶ τὸν Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα ἐπανέρχεται μέχρι τῆς ἐξόδου Ἀχιλλέως· καὶ τοῦτον ἐπὶ τὴν μάχην προαγαγὼν εἰς τὰ ἀνδραγαθήματα αὐτοῦ τὴν λιάδα τελειοῖ.

[*](1. ἀμύνεται ‖ 3. ἔνδειξις B: ἔδειξεν ‖ 5. ἐστὶ B ‖ καίπερ B ‖ 13. προέσχον || 15. μετεστράφη B ‖ 19. schol. praecedenti adhaeret ‖ 20. Νηλήιοι textus pr., -αί sec. ‖ 23. φασὶ Bekker: φησὶ ‖ 24. ζήνων ‖ post νῦν add. sec. εἶναι ‖ 31. post Αἴαντος expunxit quod iterum scripserat ἀπαγαγών pr.)
414
[*](B-)

599. τὸν δὲ ἰδὼν ἐνοήσε] τὸν Νέστορα ἰδὼν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα. ἕμα δὲ καὶ τὸ ὁμοειδὲς ἐκτρέπει, ἀνάπαυσιν τῆς μάχης ποριζόμενος διὰ τῆς τοιαύτης διηγήσεως, καὶ πρὸς τὸ μὴ πάλιν πέμψαι λιτάς, ἢ αὐτὸν ἐξαγαγεῖν Ἀχιλλέα.

[*](B–)

600. εἱστήκει γὰρ—εἰσορόων πόνον] τὸ φιλοπόλεμον Ἀχιλλεὺς ἐνδείκνυται τῷ θεωρεῖν τὴν μάχην· ἅμα δὲ καὶ Κκονόμησε ταύτην ὁ ποιητὴς πρὸς τὴν ἔξοδον Ἀχιλλέως.

[*](A+)

601. *ἰῶκα] ὡς “κρόκα” (Hesiod. Opp. 538).

[*](B=)

602. * αἶψα δ᾿ ἑταῖρον] παραπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι θέλει καὶ παρακληθεὶς ἐξελθεῖν.

604. * ἔκμολεν ἴσος Ἄρηι] ἐπεὶ μέλλει ἀριστεύειν.

[*](B=)

κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή] ἀναπτεροῖ τὸν ἀκροατὴν ἡ ἀνα- φώνησις ἐπειγόμενον μαθεῖν τί τὸ κακὸν ἦν. προσοχὴν δὲ ἐργάζεται διὰ βραχείας ἐνδείξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν.

666. * διὰ βραχέων ἐρωτᾷ καὶ μετὰ τὴν πεῦσιν εὐθέως ὁρμᾷ.

608. *δῖς Μενοιτιάδη, τῷ 〈ἐ〉μῷ κεχαρισμένε θυμῷ]ώς ἀπόρρητον μέλλων λέγειν.

[*](B–)

609. νῦν ὀίω περὶ γούνατʼ ἐμά] ἔδειξεν ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί, πάντας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. [τί νῦν μοι τὴν ἄρχὴνἐγχειρεῖς:] ἤδηδὲπρομαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος λόγων. βου- λόμενος οὖν πολεμῆσαι Πάτροκλον πέμπει πρὸς τὸν βουλόμενον πεῖσαι.