Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. * λευκοί, ἐν δέ] “λευκοί” γράφεται, οὐ “λευκοῖο.”

[*](A+)

36. Γοργὺ βλοσυρῶπις] γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρών- [*](B=) των· τὸν γὰρ περὶ τῆς οργόνος μῦθον Ἡσίοδος ἔπλασεν (Th. 274). §. 〈καὶ) εἰς ἄλλα δὲ παρεικάζει αὐτὸν Διί· “ὄμματα καὶ κεφαλήν” (Il. 2. 478)· 〈βασιλείαν), “πατὴρ ἀνδρῶν τε θεῶν τέ’ (Il. 22. 167) καὶ “ποιμένα λαῶν” (Il. 2. 243)· τὸ ἀπὸ Διὸς σκῆπτρον (Il. 2. 10)· ἀσπίδα παραπλησία〈ν〉 αἰγίδι (Il. 5. 738)· φροντίδας, “ὡς δʼ ὅταν ἀστράπτῃ” (Il. 10. 5).

40. ἀμφιστεφέες] ἀλλήλαις περιπεπλεγμέναι διὰ τὸ εἶναι “ἑνὸς [*](B–) αὐχένος.” ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι. ταύτην δὲ Ξενοκράτης μέμημα τοῦ κόσμου φησὶν εἶναι. §. Ἀρίσταρχος δὲ “ἀμφιστρεφέες” [*](A+) γράφει ἀντὶ τοῦ περιπεπλεγμέναι.

45. ἐπὶ δʼ ἐγδούπησαν] οὐ μόνον τῇ ὁπλίσει ἀλλὰ καὶ ταῖς διο- [*](B=) σημίαις προφαντάζει τὸν ἀκροατήν.

47. ἡνιόχῳ μὲν—ἐπέτελλεν] ἐντειλάμενοι τοῖς ἡνιόχοις οἱ παραι- [*](B–) βάτοι ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτούς, ἐν ὅσῳ τοὺς ἵππους ἐκεῖνοι ζ[ευγνύουσι, καὶ] αὐτοὶ ἅμα τοῖς πεζοῖς διαβαίνουσι τὴν τάφρον, καὶ ἐκεῖνοι μετ οὐ πολὺ καταλαμβάνουσιν ἅμα τοῖς ἵπποις.

51. φθὰν δὲ μεθʼ ἱππήων] ἔφθασαν ἐν τῇ τάφρῳ οἱ πεζοὶ διὰ τῶν [*](A+ B=) ἱππέων δηλονότι κοσμηθέντες, ἐάσαντες δὲ τοῖς ἡνιόχοις τὰ ἅρματα ἐπὶ τῷ ἀγαγεῖν αὐτά.