Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

312. εἰ μὴ Τυδείδῃ Διομήδει] ἐσήμανε τὸ “σφῇ ἀρετῇ —κε- κλόμενοι ἑτάροισι” (90)· φησὶ γοῦν, ὡς ἔπαθον ἄν, εἰ μὴ ὁ λόγος Ὀδυσσέως ὥνησεν· Διομήδεα δὲ προτρέπεται ὡς κοινωνὸν τῶν κατὰ νύκτα· ὅπερ δὲ Διομήδης ἐποίησεν ἐν τῇ Θ (92), νῦν Ὀδυσσεύς.

313. Τυδείδη, τί παθόντε] ἡρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ [*](B-) προτέρᾳ μέχρ φυγῆς (Il. 8. 98). τότε γὰρ εἶξεν Ὀδυσσεύς, ὅτε τὸ Ἕλληνικὸν κεραυνοῖς ἐφόβει ὁ Ζεύς, ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο. καὶ τοῦτο αὐτῷ ὁ Νέστωρ ἐπιπλήττει· ἐνταῦθα δὲ οὐδενὸς τοιούτου γενομένου ἀνιαρῶς μὲν ὁ Διομήδης ἀφέστηκε τῆς τύχπς, ὁ δὲ Ὀδυσσεὺς εὐλόγως μένει· διὸ καὶ βοῷ “τί παθόντε λελάσμεθα,” τί τὸ φοβοῦν ἡμᾶς ἐστιν;

*“ἀλκῆς,” ἣν πρὸ ὀλίγου ἐπεδειξάμεθα κατὰ Ῥήσου, ἢ ἥν μοι προετρέπου.

314. παρʼ ἔμʼ ἵστασο] παρʼ ἐμέ· “συμφερτὴ δʼ ἀρετή” (Il. 13. 237). §. Κομανὸς δέ φησι καθʼ ὑπεροχὴν ἐπαινεῖσθαι Ὀδυσσέα, εἴγε ὡς ἥττονι Διομήδει ἐπιτάσσει.

δὴ γὰρ ἔλεγχος ἔσσεται] εὗ τὸ μὴ τοῦ θανάτου πεφροντικέναι, [*](B=) τῆς δὲ αἰσχύνης ῆν ἐπέφερε τὸ πρᾶγμα.

315. *τινὲς “εἷ κεν Τρῶες—νῆας ἕλωσιν,” ἐπεὶ καὶ 'Τρωσὶν δὴ βόλεται 〈δοῦναι κράτος〉.”

317. ἤτοι ἐγῶ μενέω —ἀλλὰ μίνυνθα] ὡς ἔμφρων ὁ Διομήδης [*](B=) αἰσθάνεται μὲν τὰ θεῶν, οὐ μὴν προφασίζεται.

μενέω καὶ στήσομαι] ἤλλακται διὰ τὸ μέτρον.

*καὶ στήσομαι] καὶ “τλήσομαι” γράφεται.

318. ἡμέων ἔσσεται ἤδος] νοεῖ ἀπὸ τοῦ ἀγχιστρόφου τῆς μάχηςʼ [*](B=) [*](2. supplevi ex B ‖ 6. πέσσον ‖ 7. πεσέεσθαι ‖ 16. γενομένου B: με- νομένου ‖ ὀλισθηρῶς B ‖ 17. τῆς τύχης om. B ‖ 19. ἁλικῆς ‖ 23. ὅττονα διομήδε” ‖ 24. ἕπεται ‖ 25. ἧς ἐπεφέρετο τὸ B ‖ 27. θέλεται ‖ 28. ἥτοι ‖ 32. lemma sumpsi ex B: καὶ Θυμβραῖον μἐν ἀφʼ ἵππων ὦσε χαμᾶζε (320) ‖ νοεῖ B; νόει)

398
καὶ Ὀδυσσεὺς μέν〈ει〉, ὅπως βασανίζῃ τὸν καιρόν· ἄλλως τε καὶ εἰς τὰ ἑξῆς πιθανῶς οἰκονομεῖ ὁ ποιητής· ἐπεὶ γὰρ αὐτοὺς βούλεται τρωθῆναι, ὅπως ἀναρχίας ἕνεκεν δοκῇ ἡ καῦσις γενέσθαι τῶν νεῶν, αὐτοὺς ἐπιδίδωσι τοῖς δεινοῖς. διδάσκει δέ, ὅτι χρὴ πράττειν τὰ παρʼ ἑαυτοῦ, εἰ καὶ μέλλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι.

320. *“υμβραῖον” ὡς Ἰδαῖον. §. ὅτε δὲ εὐτυχοῦσι, σύνδυο φονεύουσιν.

322. *ἀντὶ τοῦ παρεπομένου. §. ἀντὶτοῦ ‘ἐφόνευσε καὶ Ὀδυσσεύς.’

*τοῖο ἄνακτος] τούτου τοῦ προειρημένου.

324. ὡς ὅτε κάπρω] ἐπεὶ καὶ ἔλεγε “σεύῃ ἐπʼ ἀγροτέρῳ συΐ” (293).

325. * ἐν κυσί] ἀντὶ τοῦ εἰς κύνας.

326. παλινορμένω] προφυγόντες γάρ, ὥς φησι “καί νυ κεν ἐν νήεσσι πέσον” (311), νῦν ἔναντι ὁρμῶσιν. §. Ἀρίσταρχος ὕφʼ ἓν ἀναγινώσκει τὸ “παλινορμένω,” “παλίνορσος” (Il. 3.33), “εὐρυκρείων,” “ἐυφρονέων.”

[*](A= B-)

327. φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον] τὸ ἑξῆς, φεύγοντες Ἕκ- τορα δῖον ἀσπασίως ἀνέπνεον· καὶ συναπτόντων δὲ ἡμῶν δῆλον τὸ [*](B–) ὑπερβατόν. §. ὅρα τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων, ὅτι παρορμήσας τὸν Διομήδη αἴτιος γέγονε τοῖς ἄλλοις Ἕλλησι σωτηρίας. τοῦτο δέ ἐστι τὸ “καί τε πολεῖς ἐσάωσε” (Il. 13. 734).

[*](A+)

328. ἑλέτην] συλληπτικῶς τὸ ἐπὶ ἑκατέρου· ἄμφω γὰρ ἕνα δίφρον καὶ δύο ἄνδρας εἷλον.

ἑλέτην δίφρον τε καὶ ἀνέρε] “ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε” (Pind. Ol. I 144).

329. υἷε- Μέροπος 〈Περκωσίου〉] Ἀμφίος καὶ Ἄδραστος Μέροπος Περκωσίου. τινὲς πατρωνυμικῶς, ἐπεὶ πῶς Περκώτης Ἄσιος ἄρχει, οὗτοι δὲ Ἀδραστείας καὶ Ἀπαισοῦ: ἢ μετανάστης ἦν αὐτοῖς ὁ πατὴρ ἀπὸ Περκώτης μετοικήσας.

[*](B=)

331. τὼ δέ οἱ οὔτι πειθέσθην] οὔτε ἀπειθεῖν πατράσιν ἀξιοῖ οὔτε μαντικῆς καταφρονεῖν, θανάτῳ τοὺς τοῦτο δράσαντας κολάζων.

334. * κεκαδών] χωρίσας, παρὰ τὸ χάζω.

[*](AB-)

336. ἶσα μάχην ἐτάνυσ〈σ〉ε] πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου Διός. φιλέλλην δὲ ὢν ὁ Ζεὺς τὸ πρόθυ- μον αὐτῶν αἰδεσθεὶς πρὸς ὀλίγον ἐνδίδωσιν. ἢ τοῦτο θέλει εἰπεῖν, ὡς [*](1. suppl. ‖ 3. δοκῇ B: δοκοίη ‖ 4. ἐπιρρίπτει αὐτοὺς B, ἑαυτοῖς ἐπι- διδοῦσιν ‖ 13. πέσσον ‖ 18. τὸν Διομήδην B, τῷ Διομήδει ‖ 20. πρὸς post γὰρ omisi ‖ 22. schol. praecedenti adhaeret ‖ 29. ταῦτα B ‖ κολάσας B)

399
ἰσοβαρὴς γέγονεν αὐτοῖς ἐκείνῃ τῇ ἡμέρᾳ ἡ μάχηʼ πρῶτα μὲν “ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον” (72), ὕστερον ἀριστεύει Ἀγαμέμνων, ἔπειτα Ἕκτωρ· εἶτα οὗτοι καὶ τιτρώσκονται· ἀλλὰ καὶ Ἕκτωρ ἐτρώθη. §. τὸ δὲ “ἶνθα” χρονικῶς.

337. οἳ δέ] ὡς καὶ τῶν Ἀχαιῶν ὑποστρεψάντων.

339. ∗ ἥρωα] ὅτι πάντες ἥρωες ἐκαλοῦντο.

340. * προφυγεῖν] λείπει ‘πρὸς τό.ʼ

*ἀάσατο] ἐπικερτομεῖ τὸ θράσος.