Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

345. τὸν δὲ ἰδων ἐνόησε] “ἰδων ἐνόησε,” ὅτι κατʼ αὐτῶν ᾔει· ἢ ἐκ παραλλήλου τὸ αὐτό· ἀλλὰ τὸ πρῶτον ἄμεινον.

346. ἐγγὺς ἐόντα] οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ [*](B=) κοινωνὸν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων.

347. κυλίνδεται ὄβριμος Ἕκτωρ] ἀντὶ τοῦ κυλίνδει, ὡς ἄνεμος [*](B–) κυλίνδει κῦμα (Od. 5.296). οἶδε γάρὅτιτὸ δαιμόνιον αὐτῷ συναίρεται.

348. ἀλλʼ ἄγε δὴ στέωμεν] ἀντιφιλοτιμοῦνται ταῖς προθυμίαις. [*](B-) ὅρα δέ, ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦνται, ἀλλʼ ἀνθίστασθαι ὁμοῦ ἐγνώκασιν.

∗〈μένοντε’ 〉 οὕτω Ζηνόδοτος.

[*](A=)

353. αὐλῶπις] “αὐλῶπις” εἰς στενὸν ἀναδοθεῖσα· “αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἤλθεν” (Od. 22. 18).

τήν οἱ πόρε Φοῖβος] ὅτι καὶ χαλεπὰ τὰ ἡφαιστότευκτα· ἀπολο- γεῖται δέ, ὡς ἀπέθανεν ἄν, εἰ μὴ διὰ τὴν θειότητα τοῦ κράνους.

354. * ἀπέλεθρον] λίαν, ἀμέτρως.

[*](A=)

355. *γνύ] ἐπὶ γόνυ ἐνεχθείς.

[*](AB +)

356. ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν] κακῶς ἐκ τῶν Αἰνείου [*](A+) (Il. 5. 310) μετηνέχθη· σκότωσις δὲ αὐτῷ γέγονεν, ὡς τὸ “ἄμπνυτο” (359)δηλοῖ·καὶἐπʼ Ἀνδρομάχης“ἢδἐπεὶ οὖν ἄμπνυτο” (Il.22.475).

ἀμφὶ δὲ ὅσσε κελαινή] Ζηνόδοτος οὐ γράφει, Ἀρίσταρχος δ’ ἀθετεῖ.

[*](A+)

357. μετὰ δούρατος ᾤχετʼ ἐρωήν] τὴν ὁρμήν. δηλοῖ ἡ λέξις καὶ [*](B-) τὴν ὑποχώρησιν· “πολέμου δʼ οὐ γίνετʼ ἐρωή” (Il. 16. 302).

358. καταείσατο] ἐφάνη, παρὰ τὸ εἰδῶ· ἢ κατήχθη, παρὰ τὸ [*](B–) εἴω τὸ δηλοῦν τὸ πορεύομαι, ἐίω καὶ κράσει εἴω. §. ψιλωτέον δέ· .= ἀπὸ γὰρ τοῦ εἰδῶ ἐστὶ βαρυτόνου.

[*](5. ἐπιστρετάντων ‖ 12. κοινὸν B ‖ 14. συνεργεὶ B, συναιρεῖται ‖ 18. supplevi ex A: μένοντες textus ‖ 19. δʼ ante ἀνὰ omisi ‖ 28. schol. praecedenti adhaeret ‖ 33. εἵδῶ A: ἀείδω)
400
[*](B=)

362. ἐξ αὗ νῦν ἔφυγες] εἰκότως ἐπικαυχᾶται τῷ Εκτορι, ἐπεὶ κἀκεῖνος ἐπεκαυχήσατο κατʼ αὐτοῦ “ἔρρε, κακὴ γλήνη” (Il. 8. 164).

363. ἐρύσατο Φοῖβος] στοχαστικώτερον· ἢ ἐπειδὴ καὶ Αἰνείου ὑπερεμάχει ὁ Ἀπόλλων (Il. 5. 439).

[*](B=)

366. εἴ που τις καὶ ἐμοί γε θεῶν] οἰδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν Ἀθηνᾶν, οὐ μὴν ἀλαζονεύεται.

ἐπιτάρροθος] πλεονάζει ἡ ταρ, ὡς ἐν τῷ ἀταρτηρός.

[*](A+)

368. ἤλκαὶ Παιονίδην —ἐξενάριζεν] οὕτω διὰ τοῦ ξ. οὐ γὰρἐτέλεσεν. καὶ Παιονίδην ἐξένάριζεν] τὸν λόγον ἐπαναφέρει ἐπὶ τὰ ἔμπροσθεν “ἤτοι Τυδέος υίὸς Ἀγάστροφον οὔτασε δουρὶ Παιονίδην ἥρωα κατʼ ἰσχίον” (338)· εἶτα 〈τὰ〉 περὶ τὴν Εκτορος ἔφοδον διελθών πάλιν περὶ τοῦ Ἀγαστρόφου διηγεῖται, ὅτι τοῦτον σκυλεύοντι αὐτῷ ἐπι- τίθεται Ἀλέξανδρος.

[*](B-)

369. αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσις] καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον εἰσ]άγ]ει, 〈ὡς〉 καὶ τὸν Ἀγαμέμνονα. ἔστι δὲ τὸ πᾶν διατριβή· ὅρα δὲ ὅτι τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι ὡς ἐπὶ πολὺ τὴν Ἑλένην προστίθησιν, ἴσπερ ἀναμιμνήσκων τῆς ἀσελγείας αὐτοῦ τοὺς ἀκούοντας.

370. Τυδείδῃ ἐπὶ τόξα] ἔοικεν Ὀμηροςάπέχθεσθαι τῷ σκυλευῷ, ὡς ἐπὶ Ἀγαμέμνονος, ὃς σκυλεύων φιδάμαντα τιτρώσκεται (240), καὶ ἐπὶ Ἕλεφήνορος (ΙΙ. 4. 470)· καὶ ὁ Νέστωρ δὲ παραινεῖ “μή” [*](A+) τις νῦν ἐνάρων ἐπιβαλλόμενος” (Il. 6. 68). §. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὡς φησιν Ἡρωδιανός.

[*](B+)

371. στήλῃ κεκλιμένος] περικεκυλισμένος· οὐδὲ τῷ διαστήματι γὰρ ἀρκεῖται, ώσεὶ ἔλεγε νεκρὸς παρὰ νεκρῷ ἑστηκώς.ʼ

[*](Α+ B=)

ἀνδροκμήτῳ 〈ἐπὶ τύμβῳ〉] ὑφʼ ᾦ ἀνὴρ καμὼν ἔκειτο· ἢ ὑπὸ ἀνδρὸς πονηθέντι.

372. Ἴλου Δαρδανίδαο] προγονικῶς· Τρωὸς γὰρ ἦν Ιλος· ἐπὶ δὲ τῷ μνήματι τοῦ παλαιοῦ προγόνου ἔστη, μηδὲν ἄξιον ποιῶν.

[*](B=)

δημογέροντος] οὕτω καὶ τοὺς βασιλεῖς ἐκάλουν παρὰ τοῦ δήμου γέρας ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς γέροντας καὶ δημότας.

373. ἡ τοι ὃ μὲν θώρηκα] καὶ οὐχ ὁρώμενος τοξεύει λάθρα καὶ τὴν [*](9. schol. praecedeni adhaeret ‖ 11. suppl. ‖ περιελθων: corr. W || 15. supplevi ex B ‖ 24. γὰρ scripsi: δὲ ‖ 28. προγονικὸς, cf. p. 388, 26 ‖ 29. ἔστη Bekker: ἐστί ‖ ἀνἀξιον: corr. 1 31. post γέρ.ʼ udd. δημργόρους ἀλλὰ B, ef. Eust. ‖ 32. ὅτοι)

401
ἀσχολίαν τοῦ βαλλομένου παρέλαβεν· ὥστε οὐδὲν μέγα πέπρακται αὐτῷ ἐπὶ τῇ εὐστοχί.

375. τόξου πῆχυν ἀνεῖλκεν] εἰσὶ τέξα ἐκ δύο κεράτων συμβεβλη [*](A + B=) μένα, ἃ πήχεις καλοῦσιν. §. εὖ δὲ τὸ παρατατικῶς “ἀνεῖλκεν” φάναι, [*](B=) ἵνα δὴ ἐναργῶς ἐπιδείξῃ τὸν τοῦ πολεμίου τυχεῖν στοχαζόμενον.