Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

278. ἐπεὶ οὐκ ἐμὲ—Ζεὺς εἴασεν—πανημέριον πολ μίζειν] εὗ τὸ μὴ τῷ τραύματι ἄχθεσθαι καίτοι σφόδρα ὀδυνώμενον, ἀλλʼ ὅτι παν- ημέριος πολεμίζειν ἐκωλύθη.

[*](B=)

ἐπεὶ οὺκ ἐμὲ—Ζεύς] οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, ἀλλʼ εὐπρεπῶς ἐνεδείξατο, ὅτι ὑπὸ τοῦ θεοῦ κωλυθεὶς ἀγωνίσασθαι διʼ ὅλης ἡμέρας ἀναχωρεῖ.

[*](2. ἀπὸ τ. B ‖ 7. ἵσταται B ‖ 8. τοιαῦτα B ‖ 9. πάντων δἐ: corr. Bekker ‖ 12. ἀδύνας ‖ 13. supplevi ex B ‖ 18. δοκοίη ‖ 24. ὅπτετο B, ἀνθίπτετο ‖ 25. ἀμύνετον ‖ 29. αἴσθεσθαι: corr, Bekker ‖ ὀδυνώμενος ‖ 30. ἐκω- λύθην: corr. Bekker)
395

282. ἄφρεον δὲ στήθεα, ῥαίνοντο δʼ ἔνερθε κονίῃ] ἔστιν ἰδεῖν τὸν [*](B=) ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν.

286. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί] κατὰ πάν- τῶν τὸ “⌈ἀγ⌋χιμαχηταί,” ἵνα μὴ ἐπονείδιστος ⌈ἡ⌋ παράκλησις.

288. οἴχετʼ ἀνὴρ ὥριστος] ἢ καθʼ ὅλου—“κρατερός τε” γὰρ “αἰχμητής” (Il. 3. 179)—ἢ νῦν ἄριστος.

ἐμοὶ δὲ μέγʼ εχος ἔδωκεν Ζεύς] βαρβαρικῶς ἀλαζονευομενος τὴν ἐπικουρίαν τοῦ Διός φησι τῆς ἐσομένης ἀριστείας αἰτίαν, αὑτὸν ἀποκρούων τῶν κατορθωμάτων.

289. ἀλλʼ ἰθὺς ἐλαύνετε] ἀντὶ τοῦ ἐπʼ εὐθείας· εἰδὲ τέλος χρονι- κὸν θέλει, “εἰθαρ” φησίν.

290. ἵνʼ ὑπέρτερον εὕχος ἄρησθε] ἢ 〈τοῦ〉 τῶν Ἕλλήνων ὑπέρτερον, [*](B-) ἢ οὗ πρότερον ἐκτήσασθε, ἢ ἐπιφανέστερον οὗ προεξένησεν ἡ προτέρα μάχηʼ ὃ καὶ ἄμεινον.

291. ὤτρυνε μένος καὶ θυμόν] “μένος καὶ θυμόν” ἐκ παραλλήλου· [*](B=) “μένος” δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν.

292. ὡς δʼ ὅτε-θηρητὴρ κύνας] διὰ τῆς παραβολῆς ἀσθενεστέρους [*](B-) 〈τοὺς〉 Τρῶας καὶ θρασυτέρους ἀπέδειξεν· καὶ ἀλλαχοῦ “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἄπτηται” (ll. 8. 338).

ἀργιόδοντας] ὀξεῖς ὀδόντας ἔχοντας.

297. ὑπεραέι—ἀέλλῃ] ἀντὶ τοῦ τῇ ἄνωθεν ἐκ καθέτου φερομένῃ, [*](AB-) ἤτις ἐστὶν ἀπαραφύλακτος καὶ σφοδροτέρα. καὶ ἀλλαχοῦ “πατρὸς Διὸς ἐκ νεφελάων” (Il.2.146)· πρὸς τὴν ἀπροσδόκητον οὖν ἐπιφάνειαν Ἕκτορος καὶ τὴν ῥοπὴν καὶ τὴν ἐκ τῆς ἀ〈έ〉λλης ταραχήνʼ ἐμφαν- τικῶς δὲ τὸ ἅλμα (298) καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταραχὴν παρέστησεν· καὶ τὴν ἄελλαν δὲ ἐξῆρεν, ὑπεραέα αὐτὴν εἰπών, καὶ ἀντὶ τῆς θαλάσσης τὸν πόντον εἶπεν, ὅς ἐστι φύσει δυσχείμερος· εἶτα καὶ ἡ “κατά” (298) ἔμφασιν ποιεῖ τινα τῷ ἄλματι.

ὑπεραέι] κατὰ διάστασιν, ὡς τὸ εὐσεβέι καὶ εὐαέι· ἢ μᾶλλον ὑφʼ ἕν.

[*](Α+)

299. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν] ἐπὶ λύπῃ τῶν [*](B=) Ἀχαιῶν οὐκ ἔτι τὴν Μοῦσαν, ἀλλὰ ἑαυτὸν ἐρωτᾷ.

[*](5. ἐπ. ἔοι ‖ 11. εἰ scripsi:ό τὸ W, τὲ ‖ 12. εἰπεῖν post θέλει suppl. w 13. supplevi ex B ‖ 14. προσεξένησεν ‖ 19. suppl. W ex B ‖ scholia 290 291 bis eadem plane forma scripta sunt, item schol. 292,nisi quod alterum post ἀπέδειξεν finitur ‖ 25. ῥοπήν scripsi cf. Eust.: ὁρμὴν ut B ‖ suppl. w ‖ ταραχῆς: corr. W ‖ 30. schol. praecedenti adhaeret ‖ 32. οὐκ αἰτεῖ B)
396
[*](B=)

300. ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν] ὅτι νόθα τὰ κατορθώματα· εἰ δὲ καὶ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτει τὸ ὄνειδος τῇ βραχυλογίᾳ.

[*](A+ B=)

301. Ἀσαῖον] προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι, καὶ πάντα τὰ ἀπὸ τῶν εἰς ᾱ ληγόντων θηλυκῶν καὶ μακρῷ παραληγο- μένων 〈προπερισπῶνται〉.

[*](A +)

302. καὶ Δόλοπα Κλυτίδην] ἕτερος οὗτος παρὰ τὸν Τρωικόν· “Δόλ0ψ αἰχμῆς εὖ εἰδώς, Λαμπετίδης” (Il. 15. 525).

[*](B=)

304. τοὺς ἄρα — ἡγεμόνας] ἢ τῶν τάξεων λέγει ἡγεμόνας 〈ὁ〉 ποιη- τής, ἢ τοὺς προμαχίζοντας. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας φησὶν ἀναιρεῖν, ἀλλʼ οὐ σύνδυο, ὡς Ἀγαμέμνων (143).

[*](B–)

305. σληθύν, ὡς ὁπότε νέφεα] ἡ ὁμοίωσις πρὸς τὸ συνεχὲς τῶν ἀναιρουμένων. ὡς γὰρ νέφη, φησί, διώκει ζέφυρος ἄνεμος ὑπὸ νότου συστραφέντα, οὕτω διώκων ἀνῃρει τὸ πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος διασκεδασθέντας δὲ υπὸ Ἕκτορος νέφεσιν εἵκασεν, ἃ συνάγει μὲν νότος διώκει δὲ ζέφυρος. ηξησε δὲ καὶ τὸν ζέφυρον, μέγα κῦμα ὑπʼ αὐτοῦ ἀνεγεί- ρεσθαι λέγων. καὶ ἀνέμων δὲ φύσεις οἶδεν ὁ ποιητής, ἐν οἷς εὖρον μὲν καὶ νότον εἶπε συνάγοντας νέφη, ζέφυρον δὲ καὶ βορέαν διασκιδ- νάντας τὰ συνηγμένα.

νέφεα] τὸ ἑξῆς “νέφεα ἀργεστᾶο νὁτοιο,” τουτέστι τὰ ὑπὸ τοῦ νότου συνηγμένα.

*συντέμνει τὸ διήγημα διὰ τοῦ “αὐτὰρ ἔπειτα πληθύν.”

[*](B-)

306. ἀργεστᾶο] οἲ μὲν ταχέος, σἱ δὲ τοῦ λευκονότου· οἳ δὲ λείπειν τὸν η, ἵνʼ ῇ ἢ ἀργέστου ἢ νότου, ὅ ἐστιν εὔρου· καὶ Ἡσίοδος γὰρ “ἀρ- γέστην ζέφυρον -βορέην τʼ αἰψηροκέλευθον καὶ νέτον’ (Th.379). §. εἰς [*](A+ B—) τὸ “νότοιο” δὲ ὀλίγη διαστολή, ἵνʼ ἦ, ὡς ζέφυρος κινήσῃ νέφη ὃ συνή- γαγενότος,οὕτως Ἕκτωρἐσκέδασε τοὺς ὑπὸ Ἀγαμέμνονος συνηγμένους.

[*](B–)

* ἀργεστᾶο] εἰ μὲν ἐπὶ τοῦ εὔρου κεῖται, ἔστι κύριον προπαροξυνό- μενον, ὡς “ἀργέσταο” (Apoll. Rh. II 961)· εἰ δὲ ἐπίθετον τοῦ νότου, προπερισπᾶται.

[*](B=)

307. πολλὸν δὲ—κῦμα] οὐκ ἐπὶ ἀριθμοῦ, ἀλλʼ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ “πολλὸς γάρ τις ἔκειτο” (Il. 7. 156).

[*](2. ἐπικρύπτων ‖ 3. προπαρισπαστέον ‖ 5. supplevi ex B ‖ 7. Λαμπρε- τίδης ‖ 8. λέγει scripsi cf. B: ὡς ε δεῦρ (vel δὰρ) ‖ 8, 9. ποιητῆς scripsi: ποιἡσατο ‖ 12. διρκει B: συνδιώκει ‖ 13. διρκων B: συνδιώκων ‖ 17. ἐφ’ οἷς 18. εἶτε scripsi: οἰδε ‖ 19. post σ. del. ὡς ὁ ποιητής W ‖ 20. schol. prae- cedenti adhaeret ‖ 26. κινήσει ν. B, κινήσει ἢ ν. ‖ 29. ἀργήταο, cf. Et. M.)
397

*ἄχνη] ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν.

[*](Β=)

308. πολυπλάγκτοιο] 〈τοῦ〉 πανταχοῦ περιάγοντος τὰ κύματα ἢ [*](Β-) τὰ σώματα. §. “ἰωῆς” δὲ ὁρμῆς παρὰ τὸ ἴω.

309. ὡς ἄρα πυκνὰ καρήατα] κατʼ ἐξοχήν· καὶ “τοίην γὰρ κεφαλήν” (Od. 1. 343).

311. καί νυ κεν ἐν νήεσσι πέσον] πρὸς τὸ “ἐν νηυσὶ μελαίνῃσιν πεσέονται” (824).