Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

546. ἢ τις σφωὲ πόρεν] ἐγκλιτέον τὴν “ σφωέ” τρίτου προσώπου [*](Α+) οὗσαν. §. οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “σφῶι.”

[*](B=)

ἤ τις σφωὲ πόρεν] εὐφραντικὰ τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κατασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι.

[*](B=)

547. 〈ὅππως τούσδʼ ἵππους λάβετον — αἰνῶς ἀκτίνεσ〈σ〉ιν 〈ἐοικότες)] διὰ τῆς μεταβάσεως τῶν πτώσεων τὸ τοῦ θαυμάζειν ὁρᾶται μέγεθος, ὡς κἀκεῖ· “τοῦ δὴ καλλίστους ἵππους ἴδον ἤδὲ μεγίστους, 〈λευκότεροι χιόνος)” (436).

[*](Α+)

ἀκτίνε〈σ〉σιν ἐοικότες] λείπει τὸ εἰσίν.

548. * ἐπιμίσγομαι] ὁ Ἰξίων “ἀναμίσγομαι.”

552. σφωὲ φιλεῖ νεφεληγερέτα Ζεύς] κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν.

[*](B=)

556. ῥεῖα θεός γʼ ἐθέλων] αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.

[*](B=)

558. ἵπποι δʼ οἴδε-Θρηίκιοι] ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως Ῥῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν, ὅτι παρὰ Δόλωνος μαθόντες τὸ [*](5, 6. ἀπευκταίων B ‖ 16, 18, 27. σφῶε ‖ 19. εἰς σκοπήν B ‖ ἀπελθόντας B: ἀπελθόντων ‖ 22. θαυμάζοντος ut B ‖ 23. εἰδον ‖ 30. μᾶλλον B: μόνον)

377
πᾶν εἰργάσαντο, μείωσιν 〈ἂν) εἶχεν. §. τὴν δικαιολογίαν περιιστά- μενος τὸ κεφάλαιον ἐν συντόμῳ εἶπεν.