Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

559. τὸν δέ σφιν ἄνακτα— Διομήδης ἔκτανε] οὐδὲ ἐν τῇ ἀπε- [*](B=) λάσει τῶν ἵππων ἑαυτὸν 〈συμ〉περιλαμβάνει.

560. πάντας ἀρίστους] οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ.

[*](B=)

561. τὸν τρισκαιδέκατον] πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων [*](A + B=) συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων ; δῆλον οὖν, ὅτι τὸν Ῥῆσον κατʼ ἐξοχὴν ὑπεξεῖλεν.

σκοπὸν εἵλομεν] ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς [*](Β=) δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν, διὰ τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλρʼ “εἵλομεν,” ὅ ἐστιν ἐλάβομεν.

562. τόν ῥα διοπτῆρα στρατοῦ] ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν [*](B=) ἄλλων ὧν μεμάθηκε παρὰ Δόλωνος, ἃ σιωπᾷ διὰ τὸν καιρόν.

564. ὣς εἰπὼν τάφροιο διήλασε] καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς [*](B=) ἐρωτήσεις, τῆς πρὸς τὰς ναῦς ἄρξας ἐπανόδου. §. 〈“καγχαλόων” [*](B=) (565)〉· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ λυπηρά, ὅσην τὰ ἡδέα.

568. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι] αὐτοῦ γὰρ τὸ [*](B-) κατόρθωμα, καὶ νησιώτης ὢν οὐκ οἶδεν ἵππους Ὀδυσσεύς. ὡς δὲ δεισι- δαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.