Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

537. ὧδʼ ἄφαρ ἐκ Τρώων] ἀντὶ τοῦ ἐσπευσμένως, ὅθεν καὶ ἀφάρτερος (Il. 23. 311).

[*](B=)

538. ἀλλʼ αἰνῶς δείδοικα] ἀνθρωπίνως οὐκ ὥκνησε καὶ τῶν ἀπευκ- τῶν τι λαβεῖν, μεγαλοφυῶς δὲ προαναιρῶν τὴν αἰσχύνην φησὶν “ὑπὸ Τρώων ὀρυμαγδοῦ” (539).

[*](Α+)

* μετὰ φρεσί] γράφεται καὶ “κατὰ φρένα.”

539. *“ἄριστοι,” οῦτως ἡ γραφή.

542. δεξιῇ ἠσπάζοντο] καὶ Νέστωρ δηλονότι· ἄτοπον γὰρ τὸ μὴ ποιεῖν 〈αὐτὸν) τὸ πάντων.

[*](B=)

544. εἶπʼ ἄγε μ’, ὦ πολύαινʼ Ὀδυσεῦ] Διομήδεα ἐάσας τὸν προη- γουμένως ἀποσταλέντα παρʼ Ὀδυσσέως πυνθάνεται ὡς συνετωτέρου.

[*](Α+)

545. * τινὲς στίζουσιν εἰς τὸ “λάβετον” §. τινὲς “ καταδύντε ” δυϊκῶς.

[*](Α+)