Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

524. θηεῦντο δὲ μέρμερα ἔργα] τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν [*](B-) ὑποφαίνει τῶν δεδραμένων, ὡς καὶ τὸ κάλλος τῶν οἴκων Καλυψοῦς διὰ τῆς μρμοῦ ἐδήλωσε θέας (Od. 5. 75).

525. ὅσσʼ ἄνδρες ῥέξαντες] πολλὴν ἔμφασιν ἔχει τὸ “ἄνδρες.ʼ

527. ἔνθ’ Ὀδυσεὺς 〈μὲν) ἔρυξε-ώκέας ἵππους] πάλιν 〈εἰς) τὸ 〈προ〉γνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ λάφυρα εἰς τὸν ναύ- σταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα αὐτὰ παρατρέχει.

532. Νέστωρ δὲ πρῶτος κτύπον ἄιε] εἰκότως· τῶν φρονιμωτέρων [*](AB–) γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν. αὐτὸς ὡς ἄν τῆς ἐκπομπῆς τῶν κατασκόπων φερόμενος τὴν αἰτίαν· βθεν ἐπιφέρει “ἀλλʼ αἰνῶς δε〈ί〉δοικα” (538)· καὶ Πρίαμος γὰρ πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν Ἀχιλλέα (Il. 21. 526). ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μὴ πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις πλείονα δωρεῖται.

534. ψεύσομαι ἢ ἔτυμον ἐρέω] ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα ἐπι- [*](B=) τυχῶν μὲν δοξασθῇ, ἀποτυχῶν δὲ μὴ ἐλεγχθῇ. §. παρὰ δὲ τῷ Ζηνο- δότῳ οὐκ ἦν ὁ στίχος.

536. αἲ γὰρ δὴ Ὀδυσεύς τε] διʼ εὐχῆς ἐσήμανε τὴν ἰδίαν ὑπό- [*](B=) [*](2. ἅφθη: corr. Bekker ‖ 5. νοήσει ‖ 10. ἐν ante ετ. add. B 18. δραθέν- των B ‖ 21. ὀδυσσεὺς ‖ 21, 22. suppievi cf. p. 373, 16 ‖ 26. ἐπιφερόμενος B 34. ὀδυσσεὺς)

376
[*](B=) νοιαν. §. τὸ δὲ “ἄφαρ” (537) ἀπιστοῦντός ἐστιν, εἰ ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν.