Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

510. μὴ καὶ πεφοβημένος ἔλθῃς] οὐ μόνον διὰ τοῦ “πεφοβημένος,” ἀλλὰ καὶ διὰ τοῦ “θεός” (511) ἐκδειματοῖ. διὰ δὲ τοῦ “ἄλλος” ἐσήμανεν, ὅτι καὶ αὐτὴ θεός ἐστιν. ἤδη δὲ καὶ παροιμιῶδες γέγονε “μή τις καὶ Τρῶας ἐγείρῃ.”

[*](B=)

513. ἵππων ἐπεβήσετο] κέλησι μὲν οὐδ’ ἐν τοῖς ἀγῶσιν εἰσάγει [*](A+) χρωμένους, νῦν δὲ διὰ τὴν χρείαν. §. διὰ τοῦ ὲ δὲ “ἐπεβήσετο.”

[*](B—)

515. οὐδʼ ἀλαοσκοπίην] πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευ- μένων; οὐ λέγει, ὅτι ἐφύλασσε τὰ πρασσόμενα—ἀπεκεκήρυκτο γὰρ ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν—ἀλλʼ “ὡς [*](11. ἐγρηγορῶν ut B ‖ 12. supplevi ex B ‖ 14. εἰχε B ‖ 16. θρηκῶν δ. ‖ 25. supplevi ex B ‖ 33. ἀποκεκήρυκτο)

375
εἶδεν ἐλθοῦσαν πρὸς Διομήδην τὴν Ἀθηνᾶν, καὶ αὐτὸς ἤλθενʼ τοσοῦ- τον δὲ αὐτὸν ἡ Ἀθηνᾶ προὔλαβεν, ὅσον ἔφθη τῷ Διομήδει τὴν ἀνα- χώρησιν παραινέσαι· Ἀπόλλων δὲ κατελθὼν οὐδὲν ἔπραξεν, ἀλλʼ ἕτερον ἐγείρει· βραδέως δὲ ἐνεργεῖ Ἀπόλλων δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ εἰωθυῖα ‘ ἐνικλῶν” τῷ Διὶ “ὅ τι νοήσῃ’ (Il. 8. 422) καὶ πρότερον παρὰ πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην καὶ νῦν τῷ Διομήδει παρίσταται.

*τινὲς εἰς τὸ “Ἀπόλλων” στίζουσιν.

519. Ῥήσου ἀνεψιόν] οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι [*](B–) τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλʼ ἑτέρῳ μέρειτῆς ποιήσεως (Il. 24. 725 sqq.) τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι τεθνεῶτι· νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων.

522. φίλον δʼ ὀνόμηνεν ἑταῖρον] ἀνεκαλέσατο· τοῦτο γὰρ συμ- [*](B=) βαίνει τοῖς ἐκπληττομένοις.

523. Τρώων δὲ κλαγγή] ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ [*](B=) τῆς βοῆς καὶ τοῦ θορύβου καὶ τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς.