Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

500. τόξῳ ἐπιπλλήσσων] ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν.

[*](B–)

ἐπεὶ οὐ μάστιγα φαεινήν] πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ὅμως ἀντʼ αὐτοῦ μεμη- χάνηται Ὀδυσσεύς. καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν ‘ἐπελάθετο” ἐπήγαγε τὸ “τόξω,ʼ ἀλλὰ τοὐναντίον· τούτων ὅμοιόν ἐστι καὶ τὸ ἐπὶ Σαρπη- δόνος “βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔτις ἐπε- ʼφράσατο” (Il. 5. 664).

[*](A+ B=)

502. ῥοίζησεν] ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος ὑπὲρ τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορώς, αἰσθέσθαι. οὐ γὰρ 〈συμ〉παρεῖναι αὐτῷ ἐδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους.

[*](B=)

503. ὅ τι κύντατον ἔρδοι] φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπαλλάκ- τως ἔχει τοῦ εὑρήματος.

[*](A+ B=)

504-6. ἢ ὅγε δίφρον ἑλών—〈ἢ ἐκφέροι ὑψόσʼ ἰείρας), ἦ ἔτι τῶν πλεόνων ρῃκῶν] δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾶκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι· τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῥρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. ἀλλʼ οὐδὲν τούτων ἐναντίον τοῦ σωθῆναι αὐτὸν ἀκίνδυνον.

[*](A+)

506. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν] περισπαστέον τὸ “ἦ ὅτιτ·” δια- πορητικὸς γάρ ἐστιν.

[*](B–)

509. νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦτονεἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ “ῥοίζησεν δʼ ἄρα πιφαύ- σκων Διομήδει (502). καὶ τὸ “ἐγγύθεν ἱσταμένη” (508) πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἠδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους.

[*](B–)