Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

354. *ἐπεδραμέτην] καὶ τοῦτο πρὸς τὸ συλληφθῆναι.

355. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους] οἳ μὲν καὶ προορῶσιν, ὃ δὲ οὐδὲ ὑπονοεῖ πολεμίους ἐπηρμένως.

356. ἰέναι, πάλιν—ἀτρύναντος] ὀτρύναντος ἰέναι, ἀπὸ κοινοῦ.

[*](4. παραφθέησι textus ‖ 7. τράποιτο ‖ 12. πρακτικῶς coni. ‖ 13. ἀφαι- ρεθῆναι ‖ 15. ἰέναι ‖ 19. ὀδυσσεὺς ‖ 20. ἡ ἡμ. B ‖ 21. ὀργὴν ‖ 24. προευ- τρέπισται B ‖ 25. ὑφʼ ἓν etiam D, ἐξ ἑνὸς B2)
365

357. δουρηνεκές] φησὶ γοῦν ἐξῆς “δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐύξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη᾿᾿ (373).

358. *δηίους] διώξοντας δηλονότι.

λαιψηρὰ δὲ γούνατʼ ἐνώμα] ἄκρως ἐχαρακτήρισε θρασύδειλον· ἐνθυμηθῶμεν γάρ, ὅτι οὗτός ἐστιν ὁ ἐπαγγειλάμενος μέχρι τούτου πορεύ〈σ〉εσθαι, ὄφρ’ ἂν ἵκηται “νῆʼ Ἀγαμεμνονέην” (326).

360. ὡς δʼ ὅτε καρχαρόδοντε] 〈νῦν μὲν κυσὶν εἰκάζει〉 διὰ τὸ [*](B=) ἀγρευτικόν, πρώην δὲ λέουσι διὰ τὸ εὐσταθές.

361. ἢ κεμάδʼ ἠὲ λαγωόν] ὅτι δειλὸς καὶ Δόλων. §. τὸ δὲ “με- μηκώς” τὸν καταληφθησόμενον δηλοῖ· περικατάληπτοι γὰρ γιγνόμενοι [*](Β=) βοῶσιν οἱ λαγῴ.

364. λαοῦ ἀποτμήξαντε] ὡς τὸ “εἰδότε θήρης” (360). οὐδὲ γὰρ [*](Α=) ἐκεῖνοι κατʼ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρά, ηὐτρεπισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων.

ἐμμενὲς αἰεί] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀρετή. ταῦτα γὰρ τὰ [*](ΑΒ=) ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν· οἱ δὲ κύνες τὸ ἐναντίον.

365. ἀλλʼ ὅτε δὴ\—μιγήσεσθαι φυλάκεσ〈σ〉ι—τότε δὴ μένος] μαθόντες γὰρ οἱ Ἕλληνες τὸν σκοπὸν τῶν Τρώων οὐκ ἂν ἔτι ἔπεμψαν κατασκόπους.

ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε] ἄκρως αὔξει τὰς ἀγωνίας· τί γὰρ 〈ἂν〉 ἦν, ὑποστρέφειν αὐτοὺς εἰς τὸν ναύσταθμον ἀπράκτους ;

368. ὃ δὲ δεύτερος ἔλθοι] ἡττηθείη· ἀπὸ τῶν δρομέων ἡ μεταφορά.

369. δουρὶ δʼ ἐπαίσσων] ὑπόνοιαν διδούς, ὅτι βαλεῖ αὐτόν· Ὀδυσ- [*](B–) σεὺς δὲ οὐ τοξεύει· ἢ γὰρ ἂν ἐφόνευσεν, ἢ προπεπηγὸς οὐκ ἂν εἶδε τὸ βέλος ὁ Δόλων διὰ τὴν βραχύτητα.

δουρὶ δʼ ἐπαίσσων] ἐνεργείας μεστὸς ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ [*](B=) βοῶν, ὡς ἀφήσων ἐπʼ αὐτὸν ἐὰν μὴ στῇ.

370. ἠέ σε δουρὶ κιχήσομαι] οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ [*](B=) πῶς ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβ〈ε〉ίας ἔδει, καὶ οὐκ ἐπί- στευεν ὡς ἀπειλῇ μόνῃ π〈ε〉ισθήσεται, καὶ ὑπόνοιαν αὐτῷ δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.

372. ἑκὼν δʼ ἡμάρτανε φωτός] ζῶντος γὰρ θέλει κρατῆσαι πρὸς [*](B=) τὸ χρήσιμον τῆς ἀνακρίσεως.

[*](1. δουρινεκές ‖ ἐυξόου ‖ 7. supplevi ex B ‖ 8. εὐπαθές B ‖ Ι Ι. λαγωοί B ‖ 14. ἐπιστροφήν etiam A ‖ 15. ἐν τούτῳ A: τοῦτο ‖ 18. φυλ. μιγ. ‖ 24. βαλεῖ B: βαλῇ ‖ 28. εἰ μ. ut B)
366
[*](B=)

373. δεξιτερὸν δʼ ὑπὲρ ὦμον] ἔξεστιν εἰπεῖν, ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται.

[*](B–)

375. βαμβαίνων] ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρακολουθοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων καὶ τοῖς ἐσχάτοις ὀνόμασιν ἐξευτελίζων τὸν πρώην ἐπαγγελλόμενον “ τόφρα [*](B+) γὰρ ἐς στρατὸν εἶμι (325). §. τὸ δὲ “βαμβαίνων” δηλοῖ τὸν ἱκεσίας καὶ λόγου ἀποροῦντα.

376. * ἀσθμαίνοντε] ἔστιν ἰδεῖν μετέωρον τὸ πνεῦμα τῶν καταδιω- ξάντων.

[*](Β=)

378. ζωγρεῖτε] βαρβαρικὸν τὸ εὐθὺς περὶ αὑτοῦ διαλέγεσθαι, ἵνα τε ἅμα ὡς ἀγενοῦς καταφρονήσαντες μὴ παραυτὰ φονεύσωσιν αὐτόν, ἀλλὰ μάθωσιν.

379. χαλκός τε χρυσός τε] τούτοις πιστεύων ἐξῆλθεν εἰς κατα- σκοπήν· δυσκατεργαστότερος δέ ἐστιν ὁ σίδηρος ὡς πρὸς τὸν χαλκόν.

380. *ἀπερείσια] οὐ προσέθηκεν ἀριθμόν, ἐμφαίνων ὡς ὅσα θέλουσι λήψονται.

[*](B=)

382. προσέφη πολύμητις Ὀδυσσεύς] ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἐμέρισε τάξιν. ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν καὶ ἀπατῆσαι τὸν πολέμιον, Ὀδυσσεύς.

* Ὀδυσσεύς] κατέχειν γὰρ ἐμπιστευθεὶς ὁ Διομήδης ἐκχωρεῖ τῷ ἱκανωτέρῳ εἰπεῖν.