Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

383. θάρσει, μηδέ 〈τι〉 τοι θάνατος] ἐμφρόνως, ἵνα δελεασθεὶς ἐλπίδι σωτηρίας δηλώσῃ τὰ παρὰ τοῖς βαρβάροις καὶ τὴν οἰκείαν τῆς κοινῆς ἀλλάξηται σωτηρίας.

[*](B–)

387. ἦ τινα συλήσων] ἐπίτηδες ἐνδόσιμον αὐτῷ 〈καιρὸν〉 ψευσμάτων δίδωσιν, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ. τί γὰρ παρέτρεχε τοὺς νεκρούς, εἴπερ σκυλεῦσαι ἤθελεν; ἵνα, εἰ ἄσμενος τὴν πρόφασιν λαβὼν ψεύδοιτο, καὶ περὶ τῶν λοιπῶν ἀπιστοῖτο.

[*](Α+)

*κατατεθνειώτων] 〈Ἀρίσταρχος〉 διὰ τοῦ η “〈κατα〉τεθνηώτων·” ἠθέτει δὲ καὶ Ἀριστοφάνης.

388. ἢ σʼ Ἕκτωρ προέηκε] πρὸς τὸ μαθεῖν, εἰ ἐγρηγόρει ὁ Ἕκτωρ.

[*](6. βαμβαίνειν coni. Bekker, βαμβαίνει ‖ Ι Ι. τε scripsi: δὲ ‖ αὐτοῦ post ἀγ. add. B ‖ 19. τάξιν B: πρᾶξιν ‖ 22. κατέχειν scripsi: καὶ τόπω ‖ 27. supplevi ex B ‖ 29. θέλει B, ἦλθεν ‖ 31. supplevi ex A)
367

389. ἢ σʼ αὐτὸν θυμὸς ἀνῆκεν] αἱ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς [*](Β=) ψεῦδος τραπῆναι.

390. ὑπὸ δʼ ἔτρεμε] κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ [*](B=) ἀληθεύει, ἐλπίδα οὐχ ὁρᾷ.

391. πολλῇσίν μʼ ἄτῃσι] ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. [*](Β=) ὡς ἀναγκασθεὶς δὲ καὶ δελεασθεὶς καὶ τὴν φρενοβλάβειαν ἑαυτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.

*ἤγαγεν] Ἀριστοφάνης “ἤπαφεν.”

[*](Α=)

392. ὅς μοι Πηλείωνος —ἵππους] ἐντέχνως, ὅτι ὑπέσχετο, μόνον ἔφη, οὐχ ὅτι καὶ ἡττήθη, τὴν ἑαυτοῦ ἄνοιαν εἰς ἐκεῖνον μετάγων.

394. ἠνώγει δέ με] ἵνα δοκῇ ἄρχοντι πείθεσθαι, καὶ ὡς ἀναγκα- σθέντι συγγνῶσιν.

θοὴν διὰ νύκτα] “θοήν” ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα [*](B–) σκότος γίνεται, ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγούμεθα, ἢ τὴν θετικήν—ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν—ἢ ὅτι ὀξεῖα καὶ κωνοειδής ἐστι διὰ τὴν σκιὰν τῆς γῆς· θοὸν δὲ τὸ ὀξύ· δείκνυται δὲ διὰ τούτου, ὅτι ὁ ἥλιος τῆς γῆς μείζων ἐστίν· οὐ δύναται γὰρ ἡ σκιὰ κωνοειδὴς εἶναι, μὴ τοῦ περιφωτίζοντος μείζονος ὄντος.

395. ἀνδρῶν δυσμενέων] ὑπομιμνήσκει τῆς ἔχθρας αὐτοὺς καθʼ [*](B=) Ἕκτορος, ἀναζωπυρῶν τὸν θυμὸν αὐτῶν.

401. ἦ ῥά νυ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός] δεόντως τὸν [*](B=) ἐλπίσαντα, οὐ τὸν ὑποσχόμενον αἰτιᾶται.

406. ποῦ—λίπες Ἕκτορα] καλῶς τοῦτο πυνθάνεται, ἵνα ἐγρηγο- [*](Β=) ρότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ καθεύδοι, ἐπιχειρήσειαν καὶ αὐτὸν ἀνελεῖν.

407. ποῦ δέ οἱ ἔντεα κεῖται] οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων τὸ [*](Β=) “κεῖται·” δεῖ οὖν προσυπακούειν τὸ ‘ἑστᾶσιν.ʼ

ποῦ δέ οἱ ἔντεα κεῖται] εἰκὸς γὰρ ὡς βασιλέα σκηνοποιεῖσθαι [*](B=) στρατηγικώτερον· ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ περιιόντες τὰς φυλακάς, 〈τούτου χάριν ἐπερωτῶσιν〉.

408. δαί] πευστικὸς σύνδεσμός ἐστιν, οὐκ ἄρθρον.

[*](Α=)

409. ἄσσα τε μητιόωσι] ψιλωτέον ἐνθάδε· ἰσοδυναμεῖ γὰρ τῷ [*](Α=) ‘τίνα.’

ἄσσα τε μητιόωσι—ἢ μεμάασιν] ἐνεργὸν καὶ ζωτικὸν τὸ τοῦ [*](4. σωτηρίας ante ἐλ. add. B ‖ ὁρᾷ B: ὁρῶν ‖ 16, 18. κονοειδὴς ‖ 27. οὖν scripsi: γὰρ ‖ πρ. B: προσυπακουστέον ‖ 30. supplevi ex B)

368
λόγου τάχος· μεμίμηται γὰρ τοὺς ἐν ἀγωνίῳ σπουδῇ κατεχομένους καὶ ἐν ὀλίγῳ πολλὰ μαθεῖν σπουδάζοντας.

413. τοιγὰρ ἐγώ τοι ταῦτα] “καὶ ταῦτα. §. ὡς τὰ πρώην ἠκρι- βωκώς, οὕτω καὶ ταῦτα.

414. Ἕκτωρ μὲν μετὰ τοῖσιν] φυλάσσει μὲν αὐτὸν Ἀχιλλεῖ, ἀπίθανον δὲ ἀδεῶς αὐτὸν κοιμᾶσθαι.

[*](B-)

415. παρὰ σήματι Ἴλου] στρατηγικῶς τὸν τόπον τοῦτον ἐξε- λέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλό- μενοι λάθοιεν αὐτόν, μηδὲ τὴν πόλιν “λόχος εἰσέλθῃσι —λαῶν ἀπεόντων” (Il. 8. 522)· φησὶ γοῦν “οἳ δὲ παρʼ Ἴλου σῆμα- μέ〈σ〉σον καπ πεδίον” (Il. 11. 166).

[*](A=)

416. * φυλακὰς δʼ ἃς εἴρεαι] περὶ δὲ τῶν φυλάκων ων ἐρωτᾷς.

[*](B-)

417. οὔ τις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, ἵνα παραυτὰ προθύμως φυλάξαντες εὐθὺς ῥμθυμήσωσιν, ἢ διαμείναντες καρτερικῶς ἔωθεν ἀσθενήσωσιν.

[*](B-)

418. ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι] ὅ ἐστιν “ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι,ʼ οἱονεὶ ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, οὗτοι φυλάσσουσιν. ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος· οὕτω Πορφύριος.

οἷσιν ἀνάγκη] τοῦτο διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ κίνδυνος.

[*](B=)