Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

326. νῆʼ Ἀγαμεμνονέην] ἐκεῖ γὰρ αὐτοὺς καὶ Ἰδαῖος εὑρὼν ἀπ- ήγγειλεν (Ιl.7. 383)· ἢ ὅτι Πρίαμος παρʼ ἑαυτῷ ποιεῖ τὰς συνόδους. §. λαθεῖν δὲ οἴεται φύλακας, οὓς οὐδʼ 〈ἂν〉 ἐν ῥᾳστώνῃ ὄντας ἔλαθε Πρίαμος, εἰ μὴ Ἑρμῆν ἔσχεν (Ιl. 24. 445).

[*](B=)

328. καί οἱ ὄμοσσεν] μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγειλάμενος καὶ ὀμνὺς ὡς ἤδη τὰ λάφυρα διαιρῶν.

[*](10. εἰς ante τὸ omisi ut B ‖ 14. αἰτεῖ in ras. pr. ‖ 28. ἐκεῖ sec.: τεῖ erasis ante τ 2 litt. pr. ‖ 30. λαθὼν: corr. Bekker ‖ 32. αἰτοῦντος B: ὀμνύοντος ‖ 33. ὁ ante ὀμνύς omisi ‖ ὄμνυσι γὰρ ὡς B)
363

330. μὴ μὲν τοῖς ἵπποισ〈ιν〉] ἀντὶ τοῦ ‘οὐ μέν·ʼ “μὴ διʼ ἐμὴν ἰότητα Ποσειδ〈ά〉ων” (Ιl. 15. 41).

332. καί ῥʼ ἐπίορκον ἀπώμοσε] προσαγώγιμος ἡ τῶν ἀναφωνή- σεων τέρψις τῷ ἀκροατῇ· ἡδίστη δέ ἐστιν ἡ κερτομική· ὃ μὲν γὰρ οὐδὲ πόρρω τὴν Ἀγαμέμνονος εἶδε σκηνήν, ὃ δὲ ὑπὸ τῶν ἵππων πεφονευ〈μένος ἕλκε〉ται (Ιl. 22. 398).

τὸν δʼ ὀρόθυνεν] φαίνεται γὰρ ἀναπτερο〈ύ〉μενος τῇ ἐπιθυμίᾳ τῶν ἵππων.

333. ἐβάλ〈λ〉ετο καμπύλα τόξα] ἄφρων, ὃς μὴ κα〈ι〉όντων πῦρ 〈τῶν〉 πολεμίων τόξα ἔχει.

334. πολιοῖο] λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ διʼ αὐτοῦ [*](AB–) ἐγένετο. ὁ δὲ Ἀριστοφάνης “ πολιοῖο” τεφρώδους· φησὶ γὰρ μὴ εἶναι λευκὸν λύκον· ἔστι δὲ μᾶλλον λευκανθίζοντος.

335. κρατὶ δʼ ἐπὶ κτιδέην] οὐ δύναται εἶναι “ἰκτιδέην” τὸ [*](Α+) τέλειον· αὐτὸς γάρ φησι “τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην” (458). §. Ἀριστοτέλης δέ φησιν ἰκτὶν ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ, [*](B–) ὀρνιθοφάγον, τοῖς σμήνεσιν ἐπηρεάζον· τὸ δὲ αἰδοῖον ὀστοῦν καὶ ἰᾶσθαι στραγγουριῶνας(H. A.1 p. 612b 10). ἴσως οὖν παρʼ Ὁμήρῳ κατʼ ἀφαίρεσίν ἐστι τοῦ ι.

ἕλε δʼ ὀξὺν ἄκοντα] ὡς Ἀλεξανδρος (Il. 3. 17).

336. βῆ δʼ ἰέναι] οὐκ εὔξατο, ὡς ὁ Διομήδης· διὸ καὶ ἀποτυγχάνει.

339. τὸν δὲ φράσατο προσιόντα] ὡς προνοητικός, μὴ καὶ παρὰ [*](B–) τῶν πολεμίων εἴη τις δόλος· ὃ δὲ ὡς καταφρονῶν τῶν κινδύνων καὶ μέγα τι θέλων διαπράξασθαι τοὺς πολεμίους 〈οὐ προνοεῖ〉. καὶ ὁ Νέστωρ “πρῶτος κτύπον ἄιε” (532).

341. ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ] πῶς τὸν ἐρωδιὸν οὐκ ἰδόντες [*](B=) “νύκτα διʼ ὀρφναίην” (276) νῦν ὁρῶσι τὸν Δόλωνα; ἴσως οὖν ἀνέσχεν ἡ σελήνη.

*οὗτός τοι] “οὗτός τις,᾿᾿ οὕτω διὰ τοῦ “τις·” τινὲς δὲ διὰ τοῦ [*](A+) “το

342. ἢ νήε〈σ〉σιν ἐπίσκοπος] ἐκ τῆς ἰδίας προσβολῆς τεκμαί- ρεται περὶ τῶν πολεμίων. §. περισσὴ δὲ ἡ “ἐπί·” φησὶ γὰρ “ὅθι σκοπὸν Ἕκτορος” (526).

[*](3. καίρʼ ἐπεὶ ὅρκον ‖ 4. ἡ scripsi: καὶ 9. πυρὰ coni. W || 10. suppl. ‖ 16. ἰκτὶς ‖ 22. προνοῶν B, προνοητικῶς 24. supplevi ex B ‖ 25. κτύπων || 32. φησὶν ὅθι)
364
[*](B=)

343. ἢ τινα συλήσων] οὐ γὰρ οὕτω ῥᾳδίως εἰς κατασκοπὴν ἀφικέσθαι αὐτὸν οἴεται.

[*](B=)

344. *παρεξελθεῖν] οὐκ ἴσασι γάρ, ὅτι ὠκύς ἐστιν.

[*](B=)

346. εἰ δʼ ἄμμε παραφθαίῃσι] εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδόν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς.

[*](A+)

347. *“ἐπὶ νῆας,᾿᾿ οὐ “ποτὶ νηᾶς.”

348. ἔγχει ἐπαΐσσων] ἵνα τὴν ἄφεσιν δεδιὼς ἐπὶ τὰς νῆας τράπηται.

[*](A+)

349. ὣς ἄρα φωνήσαντε] οὕτως αἱ Ἀριστάρχου συλληπτικῶς, ὡς καὶ ἐκεῖ “ὣς ἄρα φωνήσαντε μετʼ ἀθανάτους ἀπεβήτην” (Ιl. 21. 298)· Ἀριστοφάνης δὲ γράφει “ὣς ἔφαθʼ· οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι.”

ἐν νεκύεσ〈σ〉ι κλινθήτην] τραγικῶς, ἵνα καὶ αὐτοὶδόξωσιν εἶναινεκ- ροί· προῳκονόμηται οὖν 〈τῷ〉 μὴ ἀναιρεθῆναι τοὺς νεκρούς( Ιl. 8.491).

[*](B–)

350. παρέδραμεν ἀφραδίῃσιν] “ παρέδραμεν” σύμφωνον τῷ “βῆ ῥ᾿ ἀν᾿ ὁδὸν μεμαώς᾿᾿ (349), ἐπὶ δὲ τῶν Ἑλλήνων “βάν ῥ’ ἴμεν᾿᾿ (297)· ἠρέμα γὰρ δεῖ χωρεῖν τοὺς κατασκόπους, τὴν ὄψιν περιάγοντας πρός ἐπίγνωσιν ἀκριβῆ.

[*](Α= B–)

ἀφραδίῃσιν] οὐ θεασάμενος αὐτούς, ὁμοίως τῷ “τὸν δʼ ἐφράσατο προσιόντα διογενὴς Ὀδυσεύς” (339).

[*](Α~B=)

351. 〈ὅσσον τ᾿ 〉ἐπὶ οὖρα πέλονται ἡμιόνων] ὅσον ἀροτριῶσα ἡμί- ονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον.

[*](B=)

352. αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν] ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχολαιοτέρων προσδεῖ ζῴων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν ἐντομήν, ἐν δὲ τῇ νειῷ ὀξυτέρων· προεσχημάτισται γὰρ τῷ ἔαρι.

Ἀρίσταρχος δὲ οὕτως ἐξηγήσατο· ὅσον, φησίν, ὑφʼ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων καὶ ζεύγους ἄλλου βοῶν φθάσωσι καὶ προλάβωσι τὰς βοῦς αἱ ἡμίονοι—ταχύ- τεραι γάρ εἰσι τῶν βοῶν—τοσοῦτον, φησίν, ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν.