Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

106. μάντι κακῶν] ὁ ζητῶν, τί κακὸν ἐμαντεύσατο, ὀργῆς οὐκ οἶδε φύσιν ἐπʼ ἀλήθειαν οὐ φερομένην. τάχα δὲ κακόμαντιν αὐτόν φησι διὰ τὸ εἰπεῖν “τῷ ⟨ δεκάτῳ⟩ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν” (Il. 2. 329). ᾤετο γὰρ ταχύτερον πορθήσειν αὐτὴν διὰ τὸ τὸν Δία “ἀστράπτειν ἐπιδέξιʼ, ἐναίσιμα σήματα φαίνειν” (Il. 2. 353)· τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ οἶδεν ὁ ποιητής. ἐπεὶ οὑν οὐ κατέγνωσται, οὐ ψευδῆ αὐτὸν ἀλλὰ κακόφημόν φησι διὰ τὴν ἀναβολὴν τῆς νίκης. εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας ὡς αἰτίους μισοῦσιν.

οὐπώποτέ μοι] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι· τὸ δὲ “καὶ νῦν ἐν Δαναοῖσι” (109) μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατʼ ἰδίαν ἐκοινώνησεν αὐτῷ.

[*](A - B+)

*κρήγυον] τροπῇ τοῦ δ εἰς γ, ὡς γνοφερόν καὶ δνοφερόν, οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον τὸ θυμῆρες τῇ ψυχῇ μου.

15

108. οὐδʼ ἐτέλεσσας] ἐμφαντικόν ἐστι τὸ “οὐδέ” δὶς λεγόμενον, [*](AB +) καὶ τὴν τύχην τῆς μαντείας λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προ- είποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. εὐτυχίας οὖν ἔργον καὶ τὴν τέχνην ἀμαυροῦν.

110. **τοῦδ᾿ ἕνεκά σφιν] ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπὴς [*](AB=) ἀλλὰ σύντομος ἔσται ἡ ἑρμηνεία.

111. *κούρης] λείπει ἡ περί.

[*](A=)

113. Κλυταιμνήστρης] ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην δοκῇ [*](B=) κατατίθεσθαι τοῖς Ἀχαιοῖς χάριν—δημαγωγικώτατος γάρ ἐστιν—ἢ ὅτι περισπούδαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος. ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τῶν γυναικῶν πόθου ἐπαινεῖ τὴν αἰχμάλωτον.

114. ἐπεὶ οὔ ἑθεν] τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ “ἕθεν” [*](A ~ B=) ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλιτέον.

115. **⟨οὐ δέμας⟩] ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περι- [*](B +) έλαβεν· καὶ ἀλλαχοῦ, “κάλλει καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλί- μῃσιν” (Il. 13. 432).

〈οὐ δέμας⟩] “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα” [*](B=) ( Od. 15. 418). §. “φυήν” δὲ τὸ διʼ ὅλου κάλλος, ὡς τὸ “φυήν γε μὲν [*](B=) οὐ κακός” (Od. 8. 134).

117. ⟨σόον ἔμμεναι⟩] αἱ πᾶσαι “σῶν” εἶχον· καὶ συνάδει τὸ [*](A + B=) “νῦν τοι σῶς ⌈αἰ⌋πὺς ὄλεθρος” (Il. 13. 773).

⟨ἢ ἀπολέσθαι⟩] ἤπερ, διασαφητικῶς, ὡς τὸ “ἢ ἀφνειότεροι” [*](A + B=) (Od. 1. 165)· ἔστι δὲ μετὰ ἤθους. Πορφύριος δὲ παραδιαζευκτι- κόν, ἀντὶ τοῦ ‘καὶ ἀπολέσθαι ἐγώ.ʼ

118. αὐτὰρ ἐμοί] ἀλλοιωτικῇ στάσει κέχρηται μετατιθεὶς τὰ [*](B +) ὀνόματα πρὸς κόσμον ἑαυτοῦ.

μὴ οἶος] ἱκανὸν εἰ καὶ τῶν ἀριστέων εἶπεν· ὁ δὲ πάντων ἔφη, [*](B=) αὔξων τὴν ἀτιμίαν.

119. **ἀγέραστος] ὡς ἀπείραστος, ἀβίαστος. ἵνα μὴ δοκῇ τοῦ [*](B=) μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ.

120. λεύσετε γὰρ τόγε πάντες] Ἀρίσταρχος μέλλοντά φησιν, [*](A + B=) ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ ἄξετε οἴσετε. §. τὸ δὲ “μοι” [*](AB=) ἀποκοπὴ τοῦ ὅτι. §. τὸ δὲ “ἄλλῃ” μετὰ τοῦ ῑ γράφομεν.

[*](A + B=)[*](2. ante καὶ τ. 6 litt. erasse 5. ἀθετουμένη ‖ 8. δοκεῖ ‖ 20. κακῆς 22. suppl. rec.)
16
[*](B=)

121. ποδαρκής] ὁ ἄλλοις ἐπαρκῶν τοῖς ποσίν, ὡς τὸ λαο〈σ〉- σόος.

[*](B=)

122. 〈φιλοκτεανώτατε⟩] οὐ γέρως γὰρ ἀλλὰ κέρδους ἀντιποι- εἵται.

[*](B=)

φιλοκτεανώτατε] ὡς ἐν ἀρχῇ προσκρούει μετρίως, κατʼ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν. συνάξας δὲ ἐκκλησίαν δικαίως ὑπὲρ ἀπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ “μεγάθυμοι” δημαγωγικόν.

[*](A+ B=)

124. πῶς γάρ τοι—οὐδέ ⟨τι⟩ πω] ὁ δέ ἀντὶ τοῦ γάρ. ἅπασαι [*](B=) δὲ “πού” ἔχουσιν. §. πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν προβάλ- λεται.

ξυνήια] ξυνὸν ξυνεῖον ὡς κοινὸν κοινεῖον, καὶ διαιρέσει Ἰωνικῇ [*](A + B=) ξυνήιον.

[*](B=)

125. ἀλλὰ τὰ μέν] τὰ καθόλου· πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυμίας λαμβανόμενον βαρύνεται.

[*](AB=)

ταῦτʼ ἐπαγείρειν] “ταῦτα.” Τυραννίων ὀξύνει, ἵνʼ ᾖ τὰ αὐτά.

[*](B=)

127. θεῷ πρόες] πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε πατρὶ πρόες, ἀλλʼ οὐδʼ Ἀχαιοῖς.

128. *τριπλῇ] ἀντὶ τοῦ τριπλῶς.

[*](A= B +)

αἴ κε ποθὶ Ζεύς] πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει.

[*](A + B=)

129. δῷσι] ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκ- [*](B=) τάσιν τῆς σι συλλαβῆς “δῷσι.” §. ἔμφασιν δὲ ἔχει καὶ ἡ προσθήκη τῆς ἐξ.

[*](A +)

*δῷσι] δίδωσιν, ὡς “φῇσιν ἐλεύσεσθαι” (Od. 1. 168).

[*](B=)

131. ἀγαθός περ] ἀντειρωνεύεται πρὸς τὸ “κύδιστε·” §. ὁ δὲ “πέρ” [*](A~) ἐναντιωματικός.

[*](B=)

132. κλέπτε νόῳ—οὐ παρελεύσεαι] ἀπὸ τῶν δρομ⌈έ⌋ων. οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πείσεις.

[*](B=)