Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

133. ἢ ἐθέλεις] πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας μέτεισιν ἐφʼ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι βλάπτει τὸ κοινὸν ἐχόμενος τῆς παλλακῆς αὑτοῦ.

[*](3. schol. cum praecedenti coniunctum, sequitur schol. erasum 9. schol. post v. 132 repetitur integrum lemmate οὐδέ τι πω ἴδμεν praefixo ‖ αἱ πᾶσαι et 10. ὡς ante πρὸς schol. alt. 18. postea add. pr. ἀλλὰ τῷ θεῷ, ut B ‖ 24. repetitur *ἔμφασιν ἔχει ἡ πρ. τ. ἐξ. 32. ἐχομένης)
17

134. κέλεαι] καὶ μὴν ὁ μάντις εἶπε “πρίν γʼ ἀπὸ πατρὶ φίλῳ [*](B =) δόμεναι” (98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει.

135. ἀλλʼ εἰ μέν] εὐφυῶς δὲ ἐπεισέρχεται [Ἀχιλλεύς].

ἀλλʼ εἰ μὲν δώσουσι] Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς καὶ τὸ [*](B +)

  • “κἂν μὲν ἀποφήνω μόνην
  • ἀγαθῶν ἁπάτων οὖσαν αἰτίαν ἐμὲ
  • ὑμῖν δι᾿ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
  • ποιεῖτον ἤδη τοῦθʼ, ὅτι ἄν ὑμῖν δοκῇ”
  • (Plut. 468)· καὶ ἐν Θεσμοφοριαζούσαις (536)·
  • “εἰ μὲν οὖν τις ἔστιν· εἰ δὲ μή,
  • ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι.”

    136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι [*](AB=) καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ ᾱ πρὸ τοῦ ρ ὄν, ἑτέρου φωνήεντος ἐπιφερομένου, ψιλοῦται. §. ἔοικε δὲ βασιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς [*](B=) λείας ὃ θέλοι.

    138. ⟨ἢ τεόν⟩] ἐνδεικνύμενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται, [*](B=) μάλιστα τοῖς Ἀχιλλέως. Ὀδυσσέως. δὲ γέρας Λαοδίκη ἡ Κύκνου. τούτων δὲ μέμνηται, ὅτι καὶ τελευτῶντος αὐτοῦ οὗτοι μόνοι προέ- στησαν τοῦ σώματος αὐτοῦ καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν, καὶ ὅτι ὃ μὲν συγγενής, ὃ δὲ φίλος.

    ἰὼν γέρας] μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ [*](B=) τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ παρενοχλεῖν δοκῇ δὶς τὸ ἑλεῖν κείμενον.

    139. **ὃ δέ κεν κεχολώσεται] δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως.

    140. ἀλλʼ ἦ τοι μὲν ταῦτα] εὐσεβῶς καὶ βασιλικῶς· καὶ οἶδε [*](B=) μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν, ἐπεὶ οὐκ ἂν ἔπραξεν, τὴν δὲ δυσχέ- ρειαν κατὰ τῶν συμβουλευσάντων τρέπει.

    141. ⟨νῦν δʼ ἄγε νῆα⟩] καὶ ταῖς φωναῖς κυρίως χρῆται, καὶ μίαν [*](B=) τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. §. τὸ δὲ “ἐπιτηδές” ὀξυντέον.

    142. ἐπιτηδές] τὸ “ἐπιτηδές” ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδὴς γάρ. [*](A- B=) τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει τόνον.

    [*](1. πρί//// γὰρ ἀπὸ 4. παράληψις 5. ἀποφίνω ‖ 7. ὑμῖν ἀντὶ τοῦ ὄι ‖ 10. ἔστι τις 14. ἀρέω· τ. δ. ε πρὸ ὄντος ‖ 15. ultima repetuntur ἔοικε β.—θέλει ‖ 19. αὐτοῦ αὐτοί ‖ 32. ἐπιτηδεῖς γ.)
    18
    [*](B =)

    144. βουληφόρος] τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. §. ἐκ τοῦ “ἀρχός” δὲ τὸν ναύαρχον ἐδήλωσεν.

    [*](B =)

    145. 〈ἢ Αἴας⟩] θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, ὅς ἐστι καὶ συγγενὴς αὐτῷ. παραφυλακτέον δὲ ὅτι, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα “ἢ τεὸν ἢ Αἴαντος,” ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει ἀπελθόντα, τελευ- ταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως “ἐκπαγλότατε.” ὑβριστικὸν γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές.

    [*](B =)

    146. ἠὲ σὺ Πηλείδη] ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν αἰτίαν ἔχῃ τοῦ λοιμοῦ.

    [*](B =)

    149. ὤ μοι ἀναιδείην] διετύπωσε νέον φιλότιμον, ἥττονα διακαοῦς θυμοῦ διὰ τοῦ “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην” (104).

    [*](B +)

    ἐπιειμένε] προφανῆ τὴν ἀναίδειαν ἔχων. ἔστι δὲ φύσει ὁ φιλο- χρήματος καὶ ἀναιδής. ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ πλῆθος.

    [*](AB =)

    κερδαλεόφρον] ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ ψόγονδηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πω τινʼ [*](A +) ἀκούομεν” (Od. 2. 118). §. φυλάσσει δὲ τόνον τὰ παρὰ τὸ φρήν, τὰ δʼ ἄλλα ἀναπέμπει—οἷον Ἀγάμεμνον, δαίφρον δέ—πλὴν τοῦ Λακε- δαίμων.

    [*](B =)

    151. ἢ ὁδόν] ὁδὸν ἔφη τὴν ἐνέδραν λέγειν, ἐπείπερ τὴν ὁδὸν λοχῶσι, ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ, ὃν μὲν τῶν ἀριστέων ἴδιον, ὃν δὲ κοινόν· ὡς κἀκεῖ (226) “οὐδέ ποτ᾿ [ἐ]ς πόλεμον ἅμα λαῷ—οὔτε λόχον 〈δʼ⟩ ἰέναι σὺν ἀριστήεσσιν.”

    [*](B =)

    152. 〈αἰχμητάων⟩] ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμ- νονα λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει ὡς ἐπὶ γενναίους στρατεύ- σαντι.

    [*](B =)

    153. οὔ τι μοι] ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρόφασιν τῆς στρατείας ἔχει· ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου ἐστρά- τευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δʼ ὡς [*](1. repetitur *ὃς τὰ κ. τ. β. ἐπαναφέρεται. || 2. repetitur * ναύαρχος || 4. ὑβρῆσθαι || 5. Ἰδομενῆα || 12. διακαοῦς Paris. 2766: δικαίου || 13. τὸ || 16. διεξιοῖ || 20. φρίν || 21. δαΐφρων || 22. sequitur schol. erasum || 23. δύο post ἔφη omisi || 31. στρατιᾶς)

    19
    Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον. ἅμα δέ γε παρυ⟨πο⟩ φαίνει, ὡς βιασθεὶς πρὸς Ἴλιον ἔπλευσεν.

    155. οὔτε ποτʼ 〈ἐν Φθίῃ—βωτιανείρῃ⟩] διὰ τούτων ἐξαίρων [δὸ] [*](B =) τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα.

    156. ἐπεὶ ἦ] καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· “ἐπεὶ ἦ— [*](AB-) οἰκάδʼ ἴμεν” (170)· “ἐπεὶ ἦ φατε” (Od. 17. 196).

    157. σκιόεντα] ποία ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ [*](B=) θαλάσσης διαστημάτων. διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν τραχύτητα.

    *σκιόεντα] αἱ Ἀριστάρχου “σκιόωντα.”

    [*](A=)

    158. ὦ μέγʼ ἀναιδές] μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ [*](B=) ἄτιμον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος.