Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

77. ἠμέν μοι] ἀντὶ τοῦ ἢ μήν· ἔστι δὲ ⌈ἐπίρρημα⌋ ὁρκικόν· διὸ βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβ⌈αιωτικός⌋.

[*](B=)

78. ὀίομαι] ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην ⌈αὐτῷ⌋ μῆνιν.

[*](B+)

80. κρείσσων] μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται [*](B+) αὐτῷ· κακῶς οὖν Ζηνόδοτος ⟨ ἀθετεῖ⟩. §. πιθανῶς δὲ καὶ τὴν εἰσέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ τὸ παρὸν αἰδεσθέντα τὸ πλῆθος παριδεῖν.

81. αὐτῆμαρ⌋ ἐπίρρημα, ὡς καὶ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ· καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡς βούκερως· ἀλλʼ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος· δεῖ δὲ εἰδέναι ὡς μετὰ ἀκλίτων συντί- θενται.

[*](B=)

82. ⟨ἔχει κότον⟩] ἔδειξε διαφορὰν κότου πρὸς χόλον· διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἀπλοῦν Ἀχιλλέως.

[*](B=)

85. θαρσήσας] ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέροντος.

[*](B=)

〈θεοπρόπιον〉] τὸ προειρημένον ὑπὸ θεοῦ σοι· πρὸς δυσώπησιν δὲ τῶν ἀκουόντων.

[*](A + B=)

88. 〈ἐμεῦ ζῶντος⟩] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος συνέ- βαινεγὰρἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.

89. βαρείας] τὰς ὅπλῳ βεβαρημένας.

[*](A - B=)

90. οὐδʼ ἦν Ἀγαμέμνονα] ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς· οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλείας ποιεῖσθαι ἐγγύην, καὶ τῇ ὑπερβολῇ θεραπεύει τὸν Ἀγαμέμνονα.

[*](A=)

91. Ἀχαιῶν] οὐχὶ “ἐνὶ στρατῷ·” οὕτω καὶ αἱ Ἀριστάρχειοι καὶ ἡ Σωσιγένους καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.

[*](9. προσαπολογεῖται: corr. W || 10. supplevi ex B || 11. τὸ παρα- σεθἐν τὸ πλῆθος sequitur iterum sed paullo plenius in marg. inf. εἴπερ γάρ τε] πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῦ. εἰκὸς γὰρ ἦν τὸ μὲν παρὸν αἰδεσθέντα παριδεῖν αὑτόν, εἰς δέ τὸ μετέπειτα τιμωρήσασθαι 13. ἀναπέμπειν//// τὸν || 19. schol. sine lemmate repetitur * 20. ἰδίου: ἰδίῳ schol. alt. || 28. ἀσφαλῆ π. τὴν ἐ.: corr. W ‖ 31. ἡ 2. A: αἱ)
13

93. οὔ ταρ ὅγʼ εὐχωλῆς] οὐ δή· τέλειος δέ ἐστιν ὁ “τάρ,” οὐκ ἐκ [*](A + B=) τοῦ τὲ ἄρ. §. προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς [*](B=) θυσίας οὐκ ὀφεῖλον.

96. τοὔνεκα] ἀθετεῖται ὡς περισσός· πρόκειται γὰρ “ἀλλʼ ἕνεκ’ [*](A - B=) ἀρητῆρος·” καὶ τὸ “ἐπιμέμφεται” ἀπὸ κοινοῦ δεῖ λαβεῖν.

97. οὐδʼ ὅγε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει〉] καὶ ἡ Μασ- [*](A +) σαλιωτικὴ 〈καὶ⟩ ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι “οὐδʼ ὅγε πρὶν Δανα- οῖσιν ἀεικέα λοιγὸν ἀπώσει·” ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου εἶναι.

*πρίν] πρότερον.

98. *πρίν] πρὸ τοῦ· πρότερον.

**〈έλικώπιδα⟩] τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος, ἢ τὴν οὐκ [*](A + B=) ἀτενι〈σ〉τὴν τῇ θέῳ, ἢ τὴν ἀξιοθέατον, ἢ πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.

99. 〈ἀπριάτην⟩] ἐπιρρηματικῶς αὐτὸ ἀκούει Ἀπολλώνιος ἀντὶ [*](AB=) τοῦ ἀπριάδην (39. 25 Bekk.).

⟨ ἑκατόμβην⟩] οὐ γὰρ ἐκ μόνης μεταμελείας ἀλλὰ καὶ ἐκ κόπου [*](A + B=) καὶ προσφορᾶς τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ· τὸ δὲ “ἄγειν ἐπὶνηὸς ἢ ἄρματος· “ὃ οἴκοθεν ἦγ᾿ ὁ γεραιός” (Il. 11.632). “ἦγον δὲ Μαχάονα ποιμένα λαῶν” (ib. 598).

100. 〈τότε κέν μιν⟩] “αἴ κεν μιν” Ζηνόδοτος· γελοῖον δὲ δι- [*](AB=) στα〈κ〉τικὰ λέγειν τὸν μάντιν.

102. ἥρως] ἐκκλίνειν δεῖ θυμόν, ὅπου καὶ τοῦ τοιούτου ἥρωος [*](B=) περιγέγονεν ὁ θυμός.

103. ⟨ἀμφιμέλαιναι⟩] ἡ “ἀμφί” πρὸς τὸ “πίμπλαντο,” ἀπὸ [*](A + B=) τῆς τῶν ὑδάτων μεταφορᾶς· ὡς γὰρ ἐκ κεράμου ὑπεξεχεῖτο ὁ θυμός.

104. ὄσσε δέ οἱ] παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ πέττω πέσσω· [*](B=) ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὅσσος, τὸ δυϊκὸν ὄσσω καὶ τροπῇ “ὄσσε.”

ἐίκτην] εἴκω εἶκα εἴκειν εἰκείτην καὶ συγκοπῇ εἴκτην, ἐν διαλύσει [*](B=) “ἐίκτην.” §. προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινόν, [*](B=) καὶ δοκεῖ τὸ “ὑπόδρα ἰδών” ἔχειν καὶ ἐπεξήγησιν. §. διὰ δὲ τοῦ [*](B=) “πρώτιστα” σημαίνει τὸ〈ν) καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς.

[*](1. οὐτʼ ἄρ ‖ 4. falso haec etiam ad v. 94 leguntur ἀλλ᾿ ἔνεκ᾿ ἀρητῆρος] ἀθ, ὡς περιττός—ἀρητῆρος, ὃν ἠτίμησ᾿ Ἀγαμέμνων· τὸ δὲ ἐ. d. κ. d. λαμβάνειν ‖ 6-8. cum scholio v. 9: coniuncta ‖ 14. ad item lemma add. **πρὸς ἣν πάντες ἐλίσσουσι τὴν θέαν 22. τοῦτο· οὐ τοῦ 25. ἐπὶ κερ. ‖ 32. sequitur iterum κάκʼ ὀσσόμενος] προδιατυποῖ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινὸν καὶ δοκεῖ τὸ “ὑπόδρα ἰδών” ἐξηγεῖσθαι· διὰ δὲ τοῦ “πρώτιστα” σημαίνει καὶ ἔτι ἄλλους μετάξοντα τὸν θυμόν ‖ 2. μέλλει οἷός τε ὁ ‖ 16. ἀποκαλῶν ‖ 18. τὸ supra τί add. rubricator 22. ἐπιδέξια ἐναίσημα)
14
[*](B=)

105. κάκʼ ὀσσόμενος] παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν λόγους μέλλῃ ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον εἰπόντος “τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη” (148) ὑβριστικούς, καὶ πάλιν “καί μιν νεικείων” (Od. 18. 9), θεωρητέον, εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ “ὅ σφιν ἐυφρονέων” (253), φρονίμους προσδεκτέον λόγους. φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα· πάλιν δὲ ὅταν προείπῃ “καὶ τό⌈τε⌋ κουφότερον μετεφώνεε Φαιήκε〈σ〉σιν” (Od. 8. 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως διὰ τὴν νίκην. §. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα μάντι κακῶν” καὶ τὰ ἑξῆς προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ “κακοσσόμενος,” οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις—“ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7. 53—-κακὸν ἄγγελον τῆς Διὸς ὄσ〈σ〉ης ἀποκαλεῖ.

*κάκʼ ὀσσόμενος] κακοφημίσας.

[*](B-)