Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

278. ἀντιβίην] πολλαχοῦ ἀγαθὸν ἡ ἔρις· διὰ τοῦτο ἐπήνεγκε τὸ [*](B-) “ἀντιβίην,” τὸ μετὰ βίας καὶ φιλονεικίας δηλῶσαι θέλων. ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν ἀγαθὸν δίχα ἐπιθέτου φησί, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. “δῶκε μένος καὶ θάρσος” (Il. 5. 2)· “θάρσος ἄητον ἔχουσα” (Il. 21. 395)· “καὶ σὺ κακοῖσι δόλοισι 〈κεκασμένε Il. 4. 339⟩. ἐν ἑνὶ δὲ στίχῳ ἄμφω ἔστιν εὑρεῖν· “ἀλλ᾿ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι” (Od. 17. 226).

280. 〈εἰ δὲ σύ⟩] πλείονα μὲν τὰ Ἀχιλλέως πλεονεκτήματα, ἓν [*](B=) δὲ τὸ Ἀγαμέμνονος, 〈ὃ⟩ πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις.

281. 〈ἀλλʼ ὅδε φέρτερός ἐστι⟩] οὐ γὰρ γενναῖος ἢ εὐγενὴς ἄρξει [*](B=) βασιλέως, τοὐναντίον δέ, καὶ θείαν λῆξιν ἔχων ὁ βασιλεὺς 〈τυγ- χάνει⟩.

282. ἔγωγε] πρὸς δυσώπησιν μὲν ἰδίαν ὁρίζεται χάριν, ὡς ὑπερ- [*](B=) έχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ Ἀχιλλέα ὡς δίχα αὐτοῦ οὐδὲν ὄντων Ἀχαιῶν.

283. 〈μέγα πᾶσιν ἕρκος⟩] πιθανῶς προσέθηκε τὸ “μέγα,” ἐπεὶ [*](B=) “ἕρκος” φησὶ καὶ τὸν Αἴαντα.

287. ἀλλʼ ὅδʼ ἀνήρ] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ [*](A - B=) [*](6. εἴτε ‖ 7. “κόσμησεν” ‖ 27. supplevi ex B: ἔχει pro ἔχων W ‖ omisi schol. * * ἡ σὺ διὰ τὸ σέ ‖ 34. ἤδιστον—ἐπανακυκλεῖν: corr. ex B)

30
αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ θυμούμενοι· καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὸν κήρ” (Il. 18. 535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ σημαίν⌈ειν⌋.

289. 〈ἅ τινʼ οὐ πείσεσθαι ὀίω⟩] καὶ διὰ τί μὴ πείσει; ἢ ὅτι αἰδούμενοι τὴν πρόληψιν τὰς αἰτίας τοῖς πέλας ὑπὸ φιλονεικίας τίθεμεν· εἴπομεν δὲ ἐν ἀρχῇ, ὅσα δηλοῖ τὸ μοῖρα (supra p. 3. 26, Etym. M. s. v.).

[*](B=)

**τῷ Ἀχιλλεῖ κινεῖ φθόνον ὡς οὐχ ὑπὲρ τῆς Βρισηίδος ἀλλʼ ὑπὲρ [*](B=) τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερομένῳ. §. ἱκανὸν δὲ ἦθος ἔχει ὁ δισταγμός.

[*](B=)

292. 〈ὑποβλήδην⟩] σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῆς κατηγορίας.

[*](A + B=)

293. 〈δειλός⟩] τὴν δειλίαν μέγιστον ὄνειδος οἴεται. §. ἀλλὰ καὶ [*](A + B -) τὴν σοί (294) Ἡρωδιανὸς ὀρθοτονεῖ. δῆλον γὰρ κἀκ τῆς γραφῆς· εἰ γὰρ ἦν ἐγκλιτική, διὰ τοῦ τ ἐγράφετο 〈ἄν⟩, ὡς ἐπὶ τοῦ “εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται 〈μένος ἠύ⟩” (Od. 2. 271).

[*](B=)

295. 〈ἐμοι⟩] ὀφείλει ὀρθοτονεῖσθαι διὰ τὴν ἀντιδιαστολὴν τοῦ ἄλλοισιν.

[*](B=)

296. ἐγώ γʼ ἔτι] ἐὰν “ἔτι,” ἠθικῶς, ἐὰν “τί,” ἀποφατικῶς λέγει. ἄμεινον δὲ “ἔτι” διὰ τὸ καὶ τὸ “ὁίω” ἠθικὸν εἶναι.

[*](B =)

298. 〈χερσὶ μέν⟩] ἔγνω οὐκ ἐνδιδόντα Ἀγαμέμνονα, καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν Ἀγαμέμνονα· ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηίδα ὑπὲρ πάντων.

[*](AB+)

〈μαχήσομαι⟩] ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η, ὁ δὲ Ἡρακλέων τὰ ὀνόματα διὰ τοῦ η, “μαχήμων” (Il. 12. 247). “μαχητής ” (Il. 5. 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε, “Σολύμοισι μαχέσ〈σ〉ατο” (Il. 6. 184).

[*](AB-)

299. οὔτε σοι οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι· ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπεριείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερομένῳ τῆς δωρεᾶς, καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ ἀλλʼ ἐθελοντὴς δεδωκέναι. καὶ οἱ μὲν οὖν [*](2. ἀποφερόμενον ‖ 3. ὡμίλεον ‖ 6. lemma εἰ κατὰ μοῖραν ἔειτες (286) falso add. sec. ‖ 8. post μοῖρα add. sec. in marg. μερίδα εἱμαρμένην καὶ τὸ πρέπον ὡς νῦν ‖ 11. repetuntur *ἱκανὸν ἦθος κτλ. ‖ 16. ἐγκλιτικόν ‖ 21. ἠθικὸν B: μή ‖ 22. οὖν post δὴ omisi, ut B ‖ 32. deest solutioni quaestio, cf. B2 )

31
ἔφασαν, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι ταύτην τῷ βασιλεῖ, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φείδεται, προσίετο, καὶ ὅτι νόμος ἦν αὐτῷ ἐξαιρεῖσθαι πρώτῳ. γεγένηται δὲ ἀναδάσιμα πάντα τὰ τῶν αἰχμαλωτίδων τῆς Χρυσηίδος ἀποληφθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως. ἦν γὰρ αὐτῷ ἐξὸν ὅτι βού- λοιτο λαβεῖν· διό φησιν “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας” (138)· καὶ πάλιν “αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατε” (118)· ὥστε τὸ μὲν τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν, τῶν δὲ ἄλλων, εἴ τι ἐλάμ- βανεν, ὡς ὑβρίζοντι οὐκ ἐπιτρέπειν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστί, τὸ δὲ ἀνανδρίας.

301. ἀνελών] προείρηται γὰρ “οὐκ ἄν 〈τι φέροις⟩·” Ἀττικοὶ δὲ [*](A~B-) περισσάκις χρῶνται τῷ ἄν.

303. ἐρωήσει] παρὰ τὴν ἐρωήν, ὁρμήσει. ἐναργῶς δὲ πεφάντασται [*](B=) περὶ τὸ δόρυ μεθʼ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμψύχους ἔλεγεν εἶναι παρʼ αὐτῷ λέξεις Ἀριστοτέλης.

304. ὣς τώ γε] ὁ τρόπος παραγραφή· μετιῶν γὰρ ἐπὶ ἑτέραν [*](B=) διήγησιν τούτῳ χρῆται.

305. *ἀγορήν] τὸ πλῆθος.

306. **ἐίσας⟩] τινὲς πορευτικὰς παρὰ τὸ ἴω.

307. 〈Μενοιτιάδῃ⟩] εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ ὄντι ἤπιος ὢν [*](B=) Πάτροκλος πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσσειν. ὅτι δὲ πρᾷός ἐστι, δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυλον ἰᾶται, καὶ Μενέλαος περὶ αὐτοῦ φησι νῦν τις ἐνηείης Πατροκλῆος—μεμνή σθω” (Il. 17. 670)· κατʼ ἐξοχὴν δὲ ἰδιαζόντως εἶπε περὶ αὐτοῦ, ἵνα ἀξιόχρεως ᾖ, τελευτῶν ἐγείρειν αὐτὸν εἰς τὴν μάχην.

308. ⟨Ἀτρείδης δʼ ἄρα⟩] αὐτεπαγγέλτους ἔχουσι 〈τὰς ἐννοίας⟩ [*](B=) οἱ στίχοι, καὶ ἀφελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ ἐθαλάσσευόν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ ὁμοιοτέλευτον τὸ σχῆμα προέρυσσεν, ἔκρινεν, ἔβησεν, εἷσεν ἄγων.

311. 〈εἷσεν ἄγων⟩] ἀνάγων δὲ τὴν Χρυσηίδα “εἷσεν.” ὁ δὲ μετὰ [*](B =) δώρων μὴ διδοὺς αὐτὴν μετὰ προσθήκης ἀποδίδωσιν, ἐξυπηρετού- μενος πρὸς δυσώπησιν τοῦ θεοῦ.

313. *λαούς] διὰ τί μὴ καθαροὺς ἐκπέμπει;

[*](B +)

317. 〈κνίση δʼ οὐρανὸν ἷκεν⟩] ὡς ἂν μελλόντων τῶν ἄλλων θεο- [*](A + B -) [*](4. ἀπολειφθείσης ‖ 7. έτοιμάσασθ᾿ ‖ 13. πεφάντωται ‖ 19. πορευστικάς ‖ 26. supplevi ex B)

32
σεβέστατα ὑπʼ ὄψιν ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συνανα- μισγομένην λευκότητα τῆς πιμελῆς φανταστικῶς.

[*](A + B=)

320. *Εὐρυβάτην] ἄλλος ὁ κατʼ Ὀδυσσέα Εὐρυβάτης, καὶ οὗτος ἄλλος.

[*](AB=)

321. 〈ὀτρηρώ〉] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. §. “θεράποντες” δὲ οἱ τοὺς AB + κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι “θεράποντες” καλοῦνται.

[*](B=)

322. 〈ἔρχεσθον κλισίην⟩] βασιλικὸν τὸ ἀπόλυτον τῆς φράσεως καὶ τὸ διʼ ἄλλων πειρᾶσθαι καὶ οὕτως ἐπιχειρεῖν. ὑβριστικὸν δὲ καὶ τοῦτο· οὐ γὰρ ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλʼ ὡς κενῆς οὔσης τῆς νεὼς ἄγειν αὐτήν.

[*](AB=)

324. δώῃσιν] ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτά- [*](AB=) σεις, εἴ ἐστιν ἀπὸ τοῦ δῶ. §. τὸ δὲ “ἕλωμαι” ἀντὶ τοῦ ἑλοῦμαι ἢ ἑλοίμην.

[*](B=)

325. ῥίγιον] βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· “πάντες δέ με πεφρίκασιν” (Il. 24. 775) ἀντὶ τοῦ βδελύσσονται.

326. προίει] ἀπὸ τοῦ ἱῶ περισπωμένου. §. τὸ δὲ “ἐπέτελλεν” [*](B=) ἀντὶ τοῦ συνεχῶς ἐπέταττεν.

[*](B=)

327. τὼ δʼ ἀέκοντε βάτην] εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι καὶ πρὸς ὃν ἀποστέλλονται.

[*](B=)

329. 〈παρά τε κλισίῃ⟩] πλησίον τῆς σκηνῆς. [*](B=) καὶ νηὶ μελαίνῃ] διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν τῆς ἕδρας δηλοῖ.

330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] ὁ τρόπος ἀντίφρασις. [*](B=) οὐδ ἄρα—γήθησεν] μεμετρημένη ἡ διάθεσις, οὔτε πλέον λυπου- μένου—ἀγενὲς γάρ—οὔτε ἧττον· ἀσυμπαθὲς γάρ.

[*](B=)

331. τὰ μὲν ταρβήσαντε] εὖ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ὁ ποιητής φησιν, αἰδῶ καὶ φόβον· “αἰδοῖός τε μοι ἐσσί, φίλε ἑκυρέ, δεινός τε” (Il. 3. 172).

[*](B=)

τὼ μὲν ταρβήσαντε] διὰ τὴν ξιφουλκίαν. αἰδομένω] παρὰ τὸ αἴδω· οἶδε δὲ καὶ τὸ αἰδῶ· “ἀλλήλους τʼ αἰδεῖσθε” (Il. 5. 530).

[*](AB=)

332. οὐδέ τι μιν προσεφώνεον] τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικόν, [*](5. ὀρῶ τὸ ὁ. 9. ἀλλήλων 13. ἐάν ἐ. ‖ 17. ἐπιέτελλεν ‖ 25, 26. οὐδὲ—οὐδὲ)

33
τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν.

334. Διὸς ἄγγελοι] ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι [*](A+B-) ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός. καλῶς δὲ οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλʼ ἀνδρῶν καὶ Διός, οἷς δικαίως ὑπηρετοῦσιν· τούτῳ γὰρ ἀδίκως. κοινὸς δὲ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰ πρὸς θυσίαν ἑτοιμάζοντες. ἀμέλει παρʼ Ἀθηναίοις τὸ τῶν Κηρύκων γένος· “κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυΐ” (Il. 18. 558)· “κήρυκες Τρώων καὶ Ἀχαίων νεῖμαν” (Il. 3. 274).

335. ἆσσον ἴτε] διὰ σχήματος ἐδήλωσεν, ὡς τῷ δέει οὐ προέ- [*](B=) κοψαν. τιμήσαντες οὖν ἀντιτιμῶνται. §. τὸ δὲ “ὔμμες” ψιλοῦται ὡς [*](AB=) Αἰολικόν, ὡς δηλοῖ καὶ ἡ συναλ〈ο〉ιφή, “αἴ κʼ ὔμμιν ὑπέρσχη χεῖρα” (Il. 4. 249).

οὔτι μοι ὔμμες ἐπαίτιοι] πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας [*](AB=) ἐφʼ ἑτέρους ἄγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.

336. 〈ὃ σφῶι προΐει⟩] ἀντίφρασις· “σφῶι μὲν ἀμφὶ βοός” (Il. 11. 776) ὑμεῖς· “ὃ σφῶι προίει” ὑμᾶς· “ὅ σφωι〈ν) μάλα πολλάκις” (Il. 23. 281) ὑμῶν· “καί σφωιν δὸς ἄγειν” (338) αὐτοῖς. §. ὃ “σφῶι” διʼ ἑνὸς σ, ὡς τὸ “καὶ θώρηχʼ· ὃ γὰρ ἦν [*](AB=) οἱ (Il. 18. 460).