Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

337. διογενὲς Πατρόκλεις] ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γοῦν [*](B=) γνησιωτάτοις τῶν φίλων εἰώθαμεν πιστεύειν τὰ γύναια.

*Πατρόκλεις] ἡ εὐθεῖα Πατροκλῆς ὡς Ἡρακλῆς.

[*]( A+)

338. * σφωίν] αὐτοῖς.

[*](B=)

μάρτυροι ἔστων] μαρτύρεται τὰ κήρυκε, ὅπως μὴ δοκῇ προδότης [*](B=) εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους, τὰ δὲ ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ τῇ ἀφαιρέσει.

339. πρός τε θεῶν μακάρων] πρότερος τῶν Πυθαγορικῶν Ὅμηρος [*](B+) μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν ἀνθρώπου καὶ ⟨ . . . . ⟩· θεοῦ δὲ ἥττω τὸν βασιλέα φησίν.

πρός τε θνητῶν] ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀν- [*](B+) θρώπων καὶ ὑπὸ Ἀγαμέμνονος αὐτοὺς ἔχω μάρτυρας.

340. εἴ ποτε] καλὸν τὸ μὴ ὁπότε· νεμεσητὸν γὰρ ἦν.

[*]( B=)

341. χρειώ] ὄνομα ώς Κλειώ· καὶ γὰρ “χρειοῖ ἀναγκαίῃ” (Il.8.57).

[*]( AB=)[*](23. ὁ Πατρ. ‖ 29. φύσιν ἀνθρωπίνην B ‖ ⟨τὸν ἀπλῶς ἄνθρωπον βασιλέως ἐλάττονα⟩ suppl. W ex B ‖ 30. ἥττων ‖ 34. χρειῇ)
34
[*](A~B=)

341. ἀεικέα λοιγόν] ὑβριστικόν· “ἀεικίζει μενεαίνων” (Il. 24. 54).

[*](B=)

342. φρεσὶ θύει] ἐμφαντικῶς τὸ λυσσῶδες αὐτοῦ καὶ ἄλογον παρέστησεν· μάρτυρας οὖν ὑμᾶς σχήσω τῆς παραπληξίας αὐτοῦ, ὅτι οὐκ οἶδε προνοῆσαι στρατιᾶς.

[*](B-)

343. οὐδέ τι οἶδεν] τὸ δὲ ἐναντίον “ὅρα πρόσ〈σ〉ω καὶ ὀπί〈σ〉σω” (Il. 18. 250). δεῖ γὰρ μὴ τὰ παρόντα μόνον ἀλλὰ καὶ τὰ μέλ- λοντο σκοπεῖν· λείπει οὖν τοῖς ἐπιρρήμασι τὸ τ.] μέγιστον καὶ ψιλῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρονοησία, ὥς που φησί “νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες” (Od. 21. 85).

[*](B=)

344. *μαχέοιντο] πλεονασμὸς τοῦ ε.

[*](B=)

345. Πάτροκλος δὲ φίλῳ] τὸ ἤπιον αὐτοῦ διὰ τῆς σιωπῆς τῆς νῦν τε κἀν ὅλῃ τῇ στάσει κἀν τῷ μηνιθμῷ δείκνυται· καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ἢ παροξυντικός.

[*](B=)

346. * καλλιπάρῃον] εὔκαιρον τὸ ἐπίθετον, τὴν τοῦ ἐρῶντος διάθεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾶται.

[*](B=)

347. τὼ δʼ αὖτις ἴτην] οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ λεχθέν. οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον ὡς ἐπετάχθησαν.

[*](B=)

348. 〈ἀέκουσα⟩] ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς δηλοῖ δευτέραν δὲ ταύτην ὁρίζεται εἶναι αἰχμαλωσίαν καὶ διὰ μιᾶς λέξεως ὁλόκληρον ἡμῖν ἦθος προσώπου δεδήλωκεν.

[*](B-)

349. δακρύσας ἑτάρων] ἕτοιμον τὸ ἡρωικὸν πρὸς δάκρυα· καὶ Ὀδυσσεὺς “ὡς δὲ γυνὴ κλαίῃσι” (Od. 8. 523), καὶ ἡ παροιμία “ἀεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.” Ἀγαμέμνων 〈δὲ ὡς κρήνη⟩ “ἥτε κατʼ ⌈αἰ⌋γίλιπος πέτρης” (Il. 9. 15). ἄλλως τε καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει παλαιᾶς τε συνηθείας στέρεται· ἴσως δὲ καὶ τὸ γύναιον ἀκουσίως ἀπαλλαττόμενον ἐλεεῖ· ἄκρως δὲ ἐρῶντα χαρακ- τηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵνʼ οὕτω τῷ πάθει σχολά ζωσιν ὑπὸ μηδενὸς ὀχλούμενοι.

[*](B=)

*νόσφι] ὅπως μὴ γελῷτο παρὰ τῶν ἑταίρων· ἢ πρὸς τὴν διάλεξιν [*](B-) τῆς μητρός. §. τὸ δὲ “ἄφαρ” δηλοῖ καὶ τὸ ἔπειτα· “τό κεν ἧμιν ἄφαρ πολὺ λώι⌈ον⌋” (Od. 2. 169).

[*](B=)

350. θῖνʼ ἐφʼ ἁλὸς πολιῆς, ὁρ〈ό〉ων ἐπὶ οἴνοπα πόντον] οἰκεῖον τῇ [*](A+) θινὶ τὸ πολιόν, τῷ δὲ πόντῳ τὸ οἶνοψ. §. γράφεται καὶ “ἐπʼ ἀπείρονα πόντον.”

[*](1. ἀείκιζε ‖ 4. ἡμᾶς ‖ 8. λείπει—τ om. B ‖ 34. ὁ οἶνοψ)
35

ὁρόων ἐπὶ οἴνοπα πόντον] ἱκανὴ παραμυθία τοῖς ἐπὶ ξένης λυπου- [*](B=) μένοις εἰς τὴν θάλασσαν ἀφορᾶν, διʼ ὡς τῶν πατρίδων εἴργονται. καὶ Ὀδυσσεὺς “πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο” (Od. 5. 84)· τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἀφορᾷ τὴν θάλασσαν.

351. χεῖρας ὀρεγνύς] ὥσπερ ἀσπαζόμενος ὀρέγει τὰ χεῖρε τῇ [*](B=) μητρί. καὶ ἐπὶ Πολυφήμου “εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανόν” (Od. 9. 527). §. τινὲς “ἀνασχών” γράφουσιν.

352. μινυνθάδιον] τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα, [*](B=) ὀλιγοχρόνιος υἱός· ὃ πρῶτον προβάλλεται.

ἐόντα] ἐσόμενον. ᾔδει δὲ δι᾿ ὧν εἶπεν αὐτῷ ἡ μήτηρ “διχθαδίας [*](B=) κῆρας” (Il. 9. 411)· παιδευτικὸν δὲ τὸ μὴ εἰς ῥᾳστώνην ἀλλʼ εἰς πρακτικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ καὶ ἐλέῳ προκαλεῖ τὴν μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος ὕστερον λεπτολογήσει. ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δʼ ὁ “πέρ.”

353. ὄφελλεν] ἡ μὲν ἀρχὴ Ἰακή, τὸ δὲ μέσον Αἰολικόν.

[*]( A-)

Ὀλύμπιος] οὕτω κατʼ ἐξοχὴν τὸν Δία. καὶ Κρονίδην αὐτόν φησιν.

[*](B=)

ἐγγυαλίξαι] κυρίως τὸ ἐγγυῆσαι, παρὰ τὸ γνῖον, ὃ κυρίως ἐπὶ χειρός.

354. ὑψιβρεμέτης] ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν [*](B=) ἀνέμων.

οὐδέ με τυτθόν] φιλεγκλήμονες κατὰ θεῶν οἱ ἀτυχεῖς.

[*](B=)

356. ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας] ἑλὼν ἔχει ἀντὶ τοῦ [*](B-) ἔλαβεν οὐ πειθοῖ ἀλλʼ ἀπουρίσας. “ἄλλοι γάρ οἱ ἀπουρίσ〈σ〉ουσιν ἀρούρας” (Il. 22. 489)· συγκοπὴ οὖν ἐστιν.

357. δακρυχέων] ὑφʼ ἕν· καὶ δακρυπλώειν γάρ που φησίν [*](B-) (Od. 19. 122).

πότνια] σεπτή—οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕθεσι τῶν [*](A=B-) θεῶν—ἢ παρὰ τὸν πότμον ἡ εὐτυχής, ὅ ἐστιν ἀπὸ τοῦ “πέσῃ μετὰ ποσ〈σ〉ὶ γυναικός” (Il. 19. 110). καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπ- τειν καὶ παρακαλεῖν.

358. 〈πατρὶ γέροντι⟩] ἴσως τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους [*](B=) γέροντάς φησιν ὡς Πρωτέα, Φόρκ ⌈υνα, Νη⌋ρέα.

359. καρπαλίμως] ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς [*](B=) μητρὸς καὶ θεοῦ. φαντασία δὲ περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης.

[*](1. ξένοις ‖ 7. χεῖρας ‖ 18. γυῖον Et. M. s. v.: γύον ‖ 23. ἀπουρίσ- σουσιν textus ‖ 38. ποταμόν ‖ ὅς ἐ.)
36

ἢ ὅτι θαλασσία ἐστὶν ἡ θεός· τὴν δὲ Ἥραν τῷ ἀέρι εἰκάζει (supra 9. 32)· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς πρὸς σύγκρισιν τῶν ὑδάτων.

[*](B=)

360. δακρυχέοντος] οὐκ ἐξίσταται τούτου· οὐ γὰρ ἄτοπον, ἐλεύ- θερον ἀπλοῦν ἄλκιμον λυπεῖσθαι.

[*](B=)

362. τέκνον] φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνομάτων οὐκ ἕξί- σταται· ἕνα γὰρ ἔχουσα καὶ τοῦτον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέ- σειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης.

[*](B=)

363. ἐξαύδα] τῇ γὰρ τῶν λόγων ἀνοχῇ καὶ κουφιεῖται τοῦ βάρους ἡ ψυχή.

[*](A+B-)

ἵνα εἴδομεν ἄμφω] ἀνθʼ ὑποτακτικοῦ μέν ἐστιν, ἀλλʼ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.

[*](A+B-)

364. βαρὺ στενάχων] ὁ Σιδώνιος 〈περισπᾷ)—περισπᾶσθαι γὰρ καὶ “ἀδινὰ στοναχῆσαι” (Il. 18. 124) φησίν—Ἀρίσταρχος δὲ βαρύνει. τὰ πολλὰ γὰρ κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονεν· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8. 95)· “ἐπεστενάχοντο δʼ ἑταῖροι” (Il. 4. 154).

[*](B=)

365. οἶσθα] ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.

[*](B=)

366. ᾠχόμεθ’ ἐς Θήβην] ῥητορικὸς ὢν ὁ ποιητὴς καὶ τρόπον ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς ταῦτα πάλιν ἐξ ἀρχῆς διηγεῖται.

[*](-B=)

ᾠχόμεθα] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρα δὲ διηγήσεων ἰδέαι· ἣ μὲν ὁμιλητική, ὡς ὅταν παρά τινος ἀκούσας τις αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γάρ σεο πατρός” (396)· τὸ δὲ ἀπαγγελ- τικόν, ὅταν ἃ παρʼ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, “ἀγγελίην τινά τοι, γαιήοχε” (Il. 15. 174)· τὸ δὲ ὑποστατικόν, ὅταν τῶν πραγ- μάτων τινὰ ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὁπότʼ Ἠλεί- οισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11. 671)· τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ 〈καὶ ὑποστατικοῦ⟩, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεά” (401)· εἰ γὰρ ἦν ὁμιλητικόν, ἡ διήγησις οὕτως ἂν εἶπεν, ἀλλὰ σὲ τῶν δεσμῶν αὐτὸν ἀπολῦσαι καλέσασα〈ν⟩ τὸν ἑκατόγχειρον· ὁ δὲ ἐφ᾿ ἑτέραν πτῶσιν μετελθὼν ὡς ἴδιον ἤδη λόγον καὶ οὐχ ὡς παρʼ ἐκείνης ἀκούσας διέξεισιν.

[*](1. τ. γὰρ Ἥραν νῷ παρεικάζει 3. praecedit lemma δακρυχέοντος sine scholio, spatio 15 fere litteris relicto ‖ 12. δὴ W: γὰρ ‖ 14. βαρύνειν ‖ 23. αὐτῷ ‖ 25. διηγοῖτο ‖ 27. ὁπόθ᾿ 29. supplevi ex B ‖ 30. ὦ θεά)
37

Θήβη χωρίον ἔρημον πλησίον Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος· [*](B-) ἆθλον γὰρ ταύτην ὁ πατὴρ προὔθετο τῷ προὔχοντι γυμνικῷ ἀγῶνι, Ἡρακλῆς δὲ λαβὼν τὴν πόλιν ἀπʼ αὐτῆς ἔκτισεν. ὅσοι δὲ ἀθετοῦσι τοὺς στίχους, οὐκ ἐῶσιν ἡμᾶς μαθεῖν, ὅθεν ἥλω Χρυσηίς. ἔπλει δὲ πορθήσων Ἀχιλλεὺς Χρῦσαν, Ἀθηνᾶ δʼ οὐκ εἴα φάσκουσα μὴ αἱρήσειν δι᾿ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα Χρυσηὶς πρὸς Ἰφινόην τὴν Ἠετίωνος ἀδελφήν, Ἀχιλλέως. δὲ θυγατέρα, θύουσαν Ἀρτεμίδι, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων.

368. *μετὰ σφίσιν] ὀρθοτονητέον τὴν “σφίσιν, ἐπεὶ εἰς σύνθετον [*](A+B=) παραλαμβάνεται καὶ σὺν προθέσει συντέτακται.

371. * χαλκοχιτώνων] λαμπρὸν ἢ πορφυροῦν ἐχόντων χιτῶνα.

374. καὶ ἐλίσσετο] οὐ προσέθηκε τοὺς λόγους σὓς ἔφησεν· οὐ γὰρ [*](B=) ἀναγκαῖον νῦν· καὶ τὸ μῆκος ἀπέφυγεν.

καὶ ἐλίσσετο] Ἰακῶς “λίσσετο.”

[*](A=)

382. *οἱ δέ νυ] οἱ δὲ δή.

383. ἐπασσύτεροι] παρὰ τὸ ἆσσον ἀσσύτεροι, ὡς ἀφάρτεροι, [*](A+B-) παροίτεροι. ἢ ἑκάτεροι.

384. ἄμμι δὲ μάντις] οὐ προσέθηκεν, ὡς αὐτὸς τὴν ἐκκλησίαν συνήγαγεν, οὐδὲ ὅλως ὕποπτον ἑαυτὸν καθίστησι τῇ μητρί.

386. αὐτίκʼ ἐγὼ πρῶτος] ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν [*](B=) σκοπόν.

392. *κούρην Βρισῆος] ἀντονομασία.

[*](A+)

393. εἰ δύνασαι] οὐ διστάζων ἀλλὰ σχετλιάζων φησίν, εἴ γε σοι [*](B-) καὶ τοῦτο χαριεῖται ὁ Ζεύς. ἅμα δὲ καὶ κολακεύων αὐτήν, ὅπως ἐρεθίσῃ πρὸς τὸ αἰτούμενον, καὶ τὴν ἰσχὺν ἐνδείξηται ὡς δῆθεν τοῦ παιδὸς ἀγνοοῦντος.