Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

219. *ἀργυρέῃ] τῇ ἀργυροήλῳ.

[*](B=)

*κώπῃ] τὸ κωπίον τοῦ ξίφους.

[*](B=)

*βαρεῖαν] τὴν πρώην ἐπτερωμένην τῷ θράσει ἐπέσχε τῆς ὁρμῆς.

[*](B=)

222. δαίμονας ἄλλους] τὸν τῶν δαιμόνων τόπον ὡς “ὕεσσι παρή- [*](B-) μενον” (Od. 13. 407)· ἢ μόνους τοὺς ἄρσενάς φησιν ἕπεσθαι τῷ Διὶ εἰς Αἰθιοπίαν, “θεοὶ δ᾿ ἄμα πάντες ἕποντο” (428)· ἢ “πάντες” ἀντὶ τοῦ πλείους.

223. *ἀταρτηροῖς] πλεονάζει ἡ τᾱρ, ὡς τὸ ἐπιτάρ〈ρ〉οθος.

[*](B+)[*](1. λέγουσαν ‖ 2. sc. ἀγαπῶσʼ ὡς παῖδα φιλοῦσιν ἐρασταί cf. Haupt, op. II. 404 ‖ 4. ὕδωρ B: οἶνον ‖ 6. ὀφέλλων ‖ 7. ὀνειδῆσαι ‖ 8. αἰτίας ‖ 9. ἔσσεται ‖ 11. φ. ἡ δὲ ‖ 23. οὐ add. ante συστέλλει: om. B ‖ 26. κοπτικὸν ‖ 30. οἳ et ἕπονται)
24
[*](AB-)

225. ** ⟨κραδίην δ᾿ ἐλάφοιο⟩] λέγεται καρδίαν μὴ ἔχειν τὸ ἐλάφιον. μᾶλλον δὲ χολὴν οὐκ ἔχει ἐν τῷ ἥπατι περικειμένην ἡ ἔλαφος.

[*](B-)

οἰνοβαρές] Ἰσοκράτης (4. 142) Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία μαρτυρεῖ, ἐπιμέλειαν πίστιν ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία κατανοήσας—ἐξ οἰνοποσίας γὰρ ἀμέλεια, ἀπιστία δὲ ἐξ ἀναιδείας, καὶ πολέμων ἀπειρίαν ἐργάζεται δειλία—δειλὸν μὲν καὶ τρίτον ἐν Ἰλιάδι (7. 179) φαίνεται λέγων ʼφεύγωμεν σὺν νηυσί” (Il.2.140, 9. 27), μέθυσον δὲ διὰ τὸ “πλεῖαί τοι οἴνου κλισίαι” (Il. 9. 71) καὶ “σὸν δὲ πλεῖον δέπας αἰεί” παρʼ Ἀτρείδῃσι (Il. 4. 262) καὶ Εὔνηος “χίλια μέτρα” αὐτοῖς ἀποστέλλει (Il. 7. 471) καὶ “Τρώων δʼ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν” (Il. 2. 127). μάλιστα μέν〈τοι⟩ ἐπιμένει τῷ ἀναιδεῖ, ὅπου μὲν λέγων “ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδές” (158), ὅπου δὲ “ἀναιδείην ἐπιειμένε” (149), πῇ δὲ “σοί τε κυνῶπα” (159), ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα διαλόγῳ “ὅσσε δέ οἱ πυρὶ λαμ- πετόωντι ἐίκτην ” (104) καὶ “κάκʼ ὀσσόμενος προσέειπεν” (105). φύσει δὲ ἀλλήλαις αἱ κακίαι, ὡς καὶ αἱ ἀρεταί, παρέπονται.

[*](B=)

καὶ ἄλλως: εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις ὡς ἐλαττώματα προάγειν “στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν” (Il. 20. 248)· ἐπειδὴ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώματος χάριν, τοῦτο εἰς μέθην ὀνειδίζει τῷ βασιλεῖ· τὸ δὲ ἰταμὸν τῶν βασιλέων καὶ δυσπαράκλητον ἀναίδειαν εἶπεν· ἐπεὶ δὲ καὶ προ- κινδυνεύειν τῆς φάλαγγος οὐκ οἰκεῖόν ἐστι βασιλεῖ, τοῦτο δειλίαν ἐκάλεσεν. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα οἷον νῦν λοι- δορεῖ, ὃν Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν (Il. 7. 179) “ἢ Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο 〈Μυ- κήνης)·” οὐχ ὅτι τρίτος ἦν κατʼ ἀρετὴν Ἀγαμέμνων, τρίτον αὐτὸν ἀριθμοῦσιν, ἀλλʼ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν ⟨Ἀγαμέμνων” Il. 7. 162〉. ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλλαις παραβάλλων μείζονα 〈ἄν⟩ τις εὕροι. Διομήδης μὲν γὰρ ἠρίστευσεν ἔτι τῶν Τρώων ἀγνοούντων τὴν μῆνιν Ἀχιλλέως καὶ διὰ [*](4. ἐναντίοις ‖ 6. καὶ post δειλία omisi ‖ καὶ τρ. scripsi: ἐπὶ ‖ 9. σὸν δὲ μάλιστα πλ. δ. οἵ τε παρ᾿. ‖ 12. suppl. W ‖ 13. ἐπιειμέναι ‖ 14. σύ τε ‖ 19. γὰρ γλῶσσα ‖ 24. οὐχ ‖ 26. λάχειεν ἢ Τυδέως ‖ 28. κινδυνεύσειν ‖ 29. πολλὺ πρῶτον)

25
τὸ συνειδέναι σφίσιν αὐτοῖς τὴν τῶν ὅρκων παράβασιν κατεπτηχότων· τὸν δὲ Αἴαντα ὁ περὶ τῶν νεῶν κίνδυνος καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις διήγειρεν· καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλλεὺς νομιζόμενος· Ἀχι- λεὺς δὲ αὐτοῖς φοβερὸς ὤφθη διὰ τὴν τῶν θείων ὅπλων εὐπρέπειαν. Ἀγαμέμνονι δὲ ἡσσήθησαν νικῶντες τῇ προτεραίᾳ μάχῃ καὶ ἐπαυ- λιζόμενοι ταῖς ναυσὶ τῶν πολεμίων. διὰ τοῦτο Ἕκτωρ μὲν Πατρόκλῳ καὶ Ἀχιλλεῖ καὶ Διομήδει θαρρῶν εἰς μάχην ἔρχεται, ἐκκλίνει δὲ Ἀγαμέμνονα. ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ “ὄφρα μέν κεν ὁρᾶς Ἀγαμέμνονα ποιμένα λαῶν—ἐν προμάχοισι—τόφρʼ ὑπόεικε μάχης” (Il. 11. 203).

226. *οὕτε ποτʼ ἐς πόλεμον] τοῦτο δημοκρατικοῦ βασιλέως καὶ [*](A=) δημαγωγικοῦ.

227. οὔτε λόχον] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων [*](A= B-) κατορθωμάτων ὑπομιμνήσκει. ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ Λυκάονος (Il. 21. 35)· καὶ “ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ δια- είδεται ἀνδρῶν” (Il. 13. 277).

229. 〈ἦ πολὺ λώιόν ἐστι⟩] περισπαστέον τὸ ἦ· ἀρκτικὸν γάρ ἐστιν, [*](AB=) ἀντὶ τοῦ δή. §. ἀπολελυμένον δὲ τὸ σχῆμα καὶ πολλὰς ἔχον περικοπάς· ἄπληστον γὰρ πρὸς λοιδορίαν ὀργή. §. ὑποστικτέον δὲ εἰς τὸ ⌈εὐρύν⌋.

[*](AB=)

230. * δῶρα] ἃ δωροῦνται οἱ Ἀχαιοί, ὡς τὸ “δόσαν δέ μοι υἷες Ἀχαιῶν” (162).

*ἀντίον εἴπῃ] οὐκ εἶπεν ἀδικεῖς, ἀλλʼ ὡς ἀναιροῦντα τὴν ἰσολο- [*](B=) γίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς.

231. δημοβόρος] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ [*](B=) κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά.

233. 〈ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι〉] ἐπιομοῦμαι. ἐπιόμνυσθαί ἐστι [*](AB=) τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν. §. “μέγαν” [*](B=) δὲ “ὅρκον” ἢ τὸν κοινὸν τῶν ὅρκων ἢ τὸν τελεσθησόμενον.

234. 〈ναὶ μὰ τόδε σκῆπτρον⟩] τὸν τῆς βασιλείας ἔφορον ὄμνυσι B. θεόν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσαι ἢ τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν, ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμνων ἐσκηπτροφόρει.

[*](1. αὐτούς ‖ 8. ὁράᾳς ‖ 19. suppl. rec. ‖ 22. ἀδικήσει τις (supra τις add. sec. ἡ ὁ στρατός): corr, W ‖ in marg. repetitur οὐκ εἶπε δὲ ἀδικεῖς ἀλλʼ ὡς ἀ. τ. ἰ. δ. ἐ. οὗν—στρατηγούς ‖ 30. ὀμόσῃ)
26
[*](B=)

238. οἵτε θέμιστας] ἐπὶ δικαιοσύνῃ παρακαλεῖ τοὺς ἄρχοντας, εἴ γε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεύς, παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διί. ἢ ὅτι οὔπω νομογραφίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν.

240. ἤ ποτʼ Ἀχιλλῆος] τοῦτό φησι πεισθεὶς Ἀθηνᾷ.

[*](B=)

242. εὖτʼ ἂν πολλοί] προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα λεληθότως ὁ ποιητής, μέλλων αὐτῷ χρῆσθαι πρὸς τὰ ἐπιφανῆ τῆς Ἰλιάδος ἔργα. πρὸς δὲ κατάπληξιν τῶν ἀκουόντων καὶ τὸ ἐπίθετον αὐτοῦ δεδήλωκεν.

[*](B=)

243. θνήσκον⌈τες⌋ ἀναστροφὴ ὁ τρόπος· τὸ ἐναντίον γὰρ γίνεται.

244. ὅτʼ ἄριστον] ἐπειδή· “νῦν δʼ ὑμέων ὅτε δὴ γλῶσσαν” (?)· “ὅτε με βροτοὶ οὔτι τίουσιν” (Od. 13. 129).

[*](B=)

*ἄριστον Ἀχαιῶν] ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τὸν Θεσσαλῶν· “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il. 2. 684).

[*](B=)

245. ποτὶ δὲ σκῆπτρον βάλε] νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ Ὀδυσσείᾳ τὸν Τηλέμαχον ποιεῖ τὸ σκῆπτρον ἀποτιθεμένους. ἐπʼ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων· καὶ γὰρ νεώτερος, καὶ αἱ συμ- φοραὶ δειναί· ὁ δὲ Ἀχιλλεὺς οὐ μάλα ὀλοφύρεται· οὔτε γὰρ ὁμοίως νέος, καὶ περὶ γυναικὸς ἡ μάχη.

[*](B=)

247. τοῖσι δὲ Νέστωρ] ἔστι μὲν ἔγγονος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει νεῶν· γεραίτερος δὲ πάντων καὶ ἡδύγλωσσος. οἱ περὶ Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν πρὸς τὸ μὴ ἀφαιρεῖσθαι τοῦ γέρως. ἀλλʼ οὐδὲ Μενέλεως ἠδύνατο παραινεῖν· τῷ μὲν γὰρ ἀδελφῷ συντιθέμενος ἀπήχθετο τῷ διʼ αὑτὸν προπονήσαντι· τῷ δὲ Φοίνικι ταμιεύεται τὰς λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν Νέστορα, πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν, ἡδυεπῆ λέγων αὐτὸν [*](B=) καὶ λιγύν. §. προσυνίστησι τὸ εἶδος τῶν λόγων τὸ προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· ὁ γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζω- πυρεῖ. §. “ἑτέρωθε” δέ, ἐκ τῆς ἑτέρας ]στάσεως.

[*](B=)

248. 〈ἀνόρουσε⟩] ἔχων δὲ καὶ ἐκ πατέρων αὐτὸν ἐπαινεῖν οὐκ ἀναγκαῖον ἡγήσατο. οὐδὲν γὰρ εὐγενείας ὅσον λόγων δυνάμεως καιρός. τὸ δὲ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν. οὐδὲ γὰρ 〈ἂν〉 γέροντα κυβερνήτην μέμψαιο κινδυνεύοντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον.

[*](9. schol. repetitur* ‖ 10. schol. cum praecedenti coniunctum ‖ 12. ἢ τῶν θ. ‖ 15. ποιῶν ‖ 22. οὔτε ‖ 23. προφρονήσαντι ‖ 29. ἔχων— καιρὸς post κινούμενον scriptum, cf. B ‖ 30. εὐγενής)
27

249. μέλιτος] διὰ τὸ πείθειν. “ῥέεν” δὲ διὰ τὸ ἀνεμπόδιστον.

[*]( AB +)

250. τῷ δʼ ἤδη δύο μὲν γενεαί] ἥ τε τῶν πατέρων, ὑφʼ ὧν γεννη- [*](B=) θεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν. “ἐλθὼν γάρ 〈ῥʼ⟩ ἐκάκωσε βίη Ἡρακληείη—τῶν οἶος λιπόμην” (Il. 11. 693). τριτάτης δὲ ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο. καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀποδημεῖν λέγεται, καίτοι μίαν μόνην τὴν μέσην τελέσας. ἄλλως τε ἡ γενεὰ λ΄ ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τρίτην κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν· οὐχ ὅτι δὲ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περ〈ι〉οδικὰς γενεάς, τουτέστι τὰς καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακοντα- ετίας. οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δὲ ναύαρχος τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενο- μένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν.

καὶ παρʼ ἄλλῳ: δύο τριακονταετηρίδες παρεληλύθεσαν ἐπὶ [*](AB -) αὐτῷ. ἡ γὰρ γενεὰ λ΄ ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς γένεσιν ἡλι- κία, “μήτ⌈ε⌋ τριηκόντων ἐτέων” (Hes. Opp. 696). οἱ μὲν συντεχθέντες αὐτῷ φησιν ἀπολώλεσαν ὑπὸ Ἡρακλέους, οἱ 〈δὲ) συγγηράσαντες οὐ συνεστράτευσαν, αὐτὸς δὲ “οὔ μιν ἐπέτρεπε γήραϊ λυγρῷ” (Il. 79)· τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν. ἔστιν οὖν ἑβδομηκοντούτης. δύο γὰρ γενεὰς πληρώσας εἰς τὴν τρίτην κατελέγετο· ἀμέλει τήν τε Ἑκα- μήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι τῇ γυναικί.

μερόπων] τῶν μορούντων περὶ τὴν ὄπα, ἢ τῶν παρεξηλ〈λ〉αγμένην [*](AB +) ὄπα ἐχόντων.

251. οἵ οἱ πρόσθεν] οἳ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς “οἱ δὲ δύο [*](B=) σκοπελοί” (Od. 12. 73), ἵνʼ ᾖ οἵ τινες αὐτῶν, τῶν ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. οἳ δὲ πρὸς τὸ “γενεαί,” ὡς “φάλαγγες ἱστάμενοι.”

252. * τριτάτοισιν] τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην ἡλικίαν [*](B=) ἄγουσιν. §. τὸ δὲ “βουλήν” (258) διὰ τοῦ ν, καὶ διὰ τοῦ ῑ.

254. ὢ πόποι] ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ τῷ [*](B=) πάθει, οὐ δεῖ πορίζειν προοίμια ἑτέρωθεν· ἔχει δὲ τὴν προσοχὴν ἀπὸ ὀλοφυρμοῦ ἀρξάμενος. δημηγορικῶς δὲ τὰς δύο παρίστησιν αὐτοῖς [*](2. γενεάς ‖ 6. τῇ γ τῇ ἐξ ‖ 9. δὲ B: δὴ ‖ 15. ἄλλων ‖ παρεληλύθεισαν 18. ἀπολώλεισαν οὐ A: οὖν ‖ 19. μήν 23. μοιρούντων AB ‖ ὄπαν ‖ 28. “φ. ἐλπόμενοι Il. 16. 280” W ‖ 33. ἀρξάμενον ‖ τὰς δύο B: τʼ ἄλλα )

28
ἠπείρους τὴν μὲν χαρήσουσαν, τὴν δὲ πενθήσουσαν, εἰς κατήφειαν αὐτοὺς ἄγων.

[*](B=)

255. ἦ κεν γηθήσαι] ἐρεθιστικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ δὲ Ἕκτορος Ἀχιλλέα ἐρεθίζει, οὗ τὸ ὄνομα ἐφυλάξατο, ἵνα μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ.

[*](B=)

257. τάδε πάντα] ἔμφασιν ἔχει καὶ αὔξησιν ἡ δεῖξις καὶ οἱ [*](B=) ἀριθμοί. §. τὸ δὲ “μαρναμένοιιν” διὰ τὴν ξιφουλκίαν. §. τὸ δὲ [*](A ~B +) “περὶ μὲν βουλήν” διὰ τοῦ ῑ, καὶ διὰ τοῦ ν.

[*](A + B=)

258. * φυλάττεται τῆς “περί” ὁ τόνος, εἴτε ἀντὶ τῆς ὑπέρ ἐστι, εἴτε πρὸς τὸ ἐστέ φέρεται.

[*](B +)

261. ἀθέριζον] ἀνεπαχθὲς τοῦτο παρὰ τοὺς ἀθέρας, οἳ εἰς οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται.

*ἀθέριζον] ἀπεδίωκον.

[*](B +)

262. οὐ γάρ που τοίους] τοῖς ἀποθανοῦσιν οὐδεὶς φθονεῖ· τὸ γὰρ ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. οὐ παρέθετο δὲ τὰ ἐν Πελοπον- νήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πολέμῳ πρὸς Ἀρκάδας. οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπεὶ κἀκείνοις περὶ γυναικῶν ἦν ἡ στάσις, καὶ ἵνα πείσῃ Ἀχιλλέα.

[*](B +)

§. μαλακτικώτατον δὲ τοῖς θυμουμένοις μῦθος, ὥς που καὶ Φοῖνίξ φησιν.

[*](A + B =)

265. ⟨Ἐξάδιον⟩] παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ [*](A - B +) Ἐξάδιος, παρὰ δὲ τοῖς νέοις ἀπὸ τοῦ ξ. §. τὸ δὲ “κράτιστοι” τῶν ἀνδρῶν μὲν ἐκεῖνοι, οὗτοι δὲ φυῆρες ἢ θῆρες· καὶ τὸ μὲν “θηρσίν” Αἰολικῶς, τὸ δὲ “φυήρεσιν” ἡρμοσμένοις τὰς φύσεις· ᾤκουν δὲ περὶ τὸ Πήλιον.

[*](B=)

** 268. θηρσίν] Αἰολικῶς. ἢ “φυήρεσιν,” τοῖς τὴν φύσιν ἡρμο- [*](B=) σμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον καὶ τὴν Οἴτην. §. τὸ δὲ “ἀπώ- λοντο,” ἵνα μὴ ζητῶμεν τὸ γένος αὐτῶν.

[*](B=)

269. μεθομίλεον] οὐκ εἶπεν ἐπεκ〈ο〉ύρουν οὐδὲ συνεμάχουν· οὐ γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος.

[*](1. χαρησούσην 3. γηθήσειεν ‖ 9, 10. κἄντε ‖ 10. φέρηται ‖ 20. μα- λακτικώτατον τοῖς—φησίν repetuntur 21. cum praecedenti coniunctum ‖ καὶ ante παρὰ omisi ‖ Καινέα τʼ Ἐξάδιόν τε] παρὰ μὲν τῷ ποιητή—νεω- τέροις ἀπὸ τοῦ ξ repetuntur ‖ 22. repetitur “κάρτιστοι” τῶν ἀνδρῶν οὖτοι (dein 7 litt. spatium vacat) ἦσαν, ἐκεῖνοι δὲ κάρτιστοι φῆρες ‖ 23. φυήρεσιν et θηρσὶν ‖ 28. ultima ὥστε μὴ ζητεῖν τὸ γ. α. in marg. sup. repetuntur ‖ 29. οὐ γὰρ κτλ.ʼ postea add. pr. ‖ 30. συνεμάχη)
29

270. “ἐξ ἀπίης” δὲ ἀντὶ τοῦ ἐπούσης.

[*](A ~ B +)

καλέσαντο] ἐπεὶ ἐνδέχεται καὶ τὸν ἄποθεν οἰκοῦντα αὐτεπάγγελτον [*](B=) ἥκειν, δόξης ἕνεκεν τοῦτό φησιν, ὅτι καὶ μετάπεμπτος ἧκεν.

271. κείνοισι] Κενταύροις, ἵνα τῇ συμβουλῇ δοκοῖεν τῶν κρεισσόνων [*](B= ) περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέμνονι φίλος, ἵνα μὴ δοκῇ ἐλέγχειν Ἀχιλλέα, εἴ γε ὁ πατὴρ αὐτοῦ τι πέπεισται, ὃ δὲ οὔ.

273. *ξύνιον] γράφεται καὶ “ξύνιεν,” ὡς τὸ “κόσμηθεν” (Il. 3. 1).

[*](A + B=)

275. μήτε σύ] διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς [*](B=) οὐδὲ τὸν ἄλλον ἀνουθέτητον ἐάσει. ἤρξατο δὲ ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στάσεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο, καὶ μᾶλλον συνήθης τῷ Νέστορι—διὸ παρρησιάζεται—καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ “ἀγαθός,” ὅ ἐστι, μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιεῖν. §. τὸ δὲ “ἀποαίρεο” Ἀττικόν.

276. * πρῶτα] “πρῶτα” καὶ πρῶτόν ἐστι τὰ ἐπιρρήματα· τὸ δὲ [*](B=) πρώτως ἐπὶ τοῦ ἐξόχως.