Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

189. λασίοισι] θερμοῖς· ἡ θέρμη δὲ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. [*](A + B=) μερμήριξε] θέλει δὲ εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους [*](A - B=) καὶ ἀνελεῖν Ἀγαμέμνονα· ὅθεν περισσόν φαμεν τὸ “ἠὲ χόλον παύ- σειεν·” ἢ τὸ μὲν ἀναστῆσαι ἐκείνους καὶ ἀνελεῖν Ἀγαμέμνονα ἓν θετέον, τὸ δὲ “χόλον παύσειε” δεύτερον· ὃ καὶ ἄμεινον. ἡ γὰρ ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλεν· τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ “κατὰ φρένα καὶ κατὰ θυμόν.”

190. 〈ἢ—ἦε⟩] τὸν μὲν πρῶτον ὀξυντέον, τὸν δὲ δεύτερον περισπα- [*](AB+) στέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις.

*ἐρυσσάμενος] σπασάμενος.

192. χόλον] ἐπειδὴ τὸ διαχεόμενόν ἐστιν, ὡς ἐπὶ ὕδατος ῥέοντος [*](B=) εἶπε “παύσειεν·” ὁ δὲ θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ “ἐρητύσει⌈ε⌋” ἐχρήσατο.

*ἐρητύσει⌈ε⌋] κωλύσει⌈ε⌋.

[*](A~)

193. *ὥρμαινε] διενοεῖτο.

[*](A=)

κατὰ φρένα] “φρένα” μὲν τὸν λογισμόν, “θυμόν” δὲ τὸ θυμικόν. τὸ [*](B=) οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγαμέμνονα κατὰ τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ 〈δὲ⟩ “ἠὲ χόλον παύσειε” κατὰ τὴν φρένα.

194. ἕλκετο] ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογισμῶν [*](B=) ἔνστασιν δηλοῖ. §. τὸ δὲ “μέγα” καιρὸν δίδωσι καθόδου τῇ Ἀθηνᾷ. §. τὸ [*](B=) [*](1. ἔτι ἀπ. ‖ 5. τῇ ἐμῇ ‖ 18. τὸν ‖ 26. ἐστι τῷ B: ὅτι τὸ ‖ 34. δίδωσι/// κ.)

22
[*](B=) δὲ “ἕως” νῦν ἀντὶ τοῦ τέως, ὡς τὸ “εἵως μέν ῥʼ ἐπέτοντο” (Od. 2. 148), [*](B=) ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ “ἕως;” ἤγουν τὸ “ἕλκετο” δοτέον. §. δι- δάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς ἐξουσίαις τοὺς βασιλεῖς.

[*](B–)

195. πρὸ γὰρ ἧκε] τοῦ μέν, ἵνα μή τι πάθῃ δεινόν, τοῦ δέ, ἵνα μή τι δράσῃ, ἐκήδετο· εἴωθε δὲ εἰς τοσοῦτον ἄγειν τὰς περιπετείας, ὡς μὴ δύνασθαι παῦσαι ἄνθρωπον αὐτάς, ὡς καὶ ἐπὶ τῆς πείρας χρείαν πάλιν ἔσχε τῆς Ἀθηνᾶς.

[*](B=)

198. οἴῳ φαινομένη] τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους οὐκ ἐμφανῶς δεῖ παύειν τῶν ἐχθρῶν ὁρώντων. γράφεται δὲ καὶ “φανη- σομένην” καὶ “φαινομένην.” πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ.

[*](A–B=)

**〈ὁρᾶτο⟩] Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνικὸν ἐξέ⌈θε⌋το 〈ὁρῆτο⟩. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευ- τέρας συζυγίας τῶν περισπωμένων τὸ ᾱ εἰς η τρέπουσιν.

[*](B=)

199. αὐτίκα δʼ ἔγνω] εἶδεν. ἢ ὅτι συνήθης ἡ θέα τοῖς ἐπικουρου- μένοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι δηλοῦνται οἱ θεοί, ὡς τῇ Ἑλένῃ. καὶ “Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα ἔγνω ἐσάντα ἰδών” (Il. 17. [*](B=) 334). §. Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς “ὡσεὶ πτερὸν ἠὲ νόημα” (Od. 7. 36).

[*](B=)

200. δεινὼ δέ οἱ 〈ὄσσε φάανθεν⟩] ὁ “δέ” ἀντὶ τοῦ γάρ. §. διὰ δὲ [*](AB=) τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν γλαυκῶπιν παρέστησεν Ἀθηνᾶν. τινὲς δὲ “φάανθεν ” ἀντὶ τοῦ ἐφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.

[*](B=)

201. φωνήσας] προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς προσειπών.

[*](AB=)

202. αἰγιόχοιο] ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος. ὅθεν ὁ Ζεὺς τῇ ⌈Ἀ⌋μα⌈λ⌋θ⌈ε⌋ίᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχάνον. [*](B=) §. πυνθανομένου μᾶλλον ἤπερ ὀργιζομένου οἱ λόγοι.

[*](A+B=)

203. ἴδῃ] δίχα τοῦ σ. §. ὑψοῖ δὲ τὴν ὕβριν, ὡς καὶ θεοὺς κινήσα- [*](B=) σαν εἰς θέαν.

[*](AB=)

204. *τετελέσθαι] Ἀρίσταρχος “τελέεσθαι,” οὐ τετελέσθαι γράφει.

[*](B=)

205. 〈τάχʼ ἄν⟩] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐτῆς.

[*](B=)

ἄλλως. τάχʼ ἄν] ταχέως· καὶ πλεονάζει τὸ “ποτέ.” ὑπ᾿ ἐμοῦ δέ φησιν ἀπολεῖται. διό φησιν ἡ θεὸς “μηδὲ ξίφος ἕλκεο χειρί.”

[*](B=)

207. ἦλθον ἐγώ] τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. [*](3. περιχρῆσθαι ‖ 17. ἐς ἄντα ‖ 18. τὸ ante τὰς omisi)

23
ὅμως ἐκδειματοῖ καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται, “ὡς λύκος ἄρνα.”

210. ἀλλʼ 〈ἄγε⟩ λῆγʼ ἔριδος] τεχνικῶς λίαν οὐχ ἅμα πάσης αὐτὸν [*](B=) ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλʼ ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδω- σιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέπειν συγχωρεῖ τὸ ὀλίγον, ὡς καὶ Ἡσίοδος, “τοῦ κε κορε〈σ〉σάμενος νείκεα καὶ δῆριν ὀφέλλοις (Opp. 33). §. ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, ὡς Πορφύριός [*](B=) φησιν· “ὑπόμνησίς ἐστιν ἀχάριστον αἰτιᾶσθαι.”

**ἀναπαυστέον τὸν λόγον εἰς τὸ “ὀνείδισον·” τὸ δὲ “ὡς ἔσεταί [*](A ~ B=) περ, ὧδε γὰρ ἐξερέω” ἀναγνωστέον ἐν ταὐτ⌈ῷ⌋.

212. τετελεσμένον ἔσται] εἰ μὲν ὡς ἄνθρωπος, ὀίω φησίν, εἰ δὲ [*](A ~ B=) ὡς θεός, διαβεβαιοῦται.

213. τρὶς τόσσα] πρὸς τὴν ὕβριν ἡ σύγκρισις ἢ τὴν κόρην. τὰς Λιτὰς δὲ οἰκονομεῖ. ἐν δὲ τῷ ἐπʼ ἀτιμίᾳ δυσχεραίνοντι τὴν ἐσομένην τιμὴν προβέβληται. §. πόθεν δέ φασιν ἡ Ἀθηνᾶ οἶδεν, ὅτι ὁ Ἀχιλλεὺς λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεὸς ἀλλὰ καὶ ὁ τυχὼν 〈ἂν⟩ ἄν- θρωπος γνοίη, ὅτι οἱ τοὺς κρείττους ἀτιμάσαντες, 〈εἰ⟩ κινδυνεύσειαν, ἐπὶ τοὺς ὑβρισμένους καταφεύγουσιν.

214. 〈ὕβριος εἵνεκα⟩] μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ, ὑβρί- [*](B=) σθαι αὐτὸν λέγουσα. §. τὸ δὲ “ἡμῖν” ὀρθοτονητέον· διέσταλται γάρ, [*](A-B=) ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν μῑν.

218. *ἔκλυον] οἱ θεοί.