Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

281. καταπέφνῃ] ῥῆμα ὑποτακτικὸν ἀορίστου δευτέρου. τὸ ῥῆμα φένω· γίνεται οὖν ἐκ τοῦ φῶ τὸ φονεύω, ἐξ αὐτοῦ φόνος. τοῦ φένω οὖν ὁ μέλλων φενῶ, ὁ δεύτερος ἀόριστος ἔφενον, καὶ μετὰ τῆς ἐπί, [*](8. ἐκφέρονται] *ἐκφέρεται 15. τῷ] ∗τὸ)

381
ἐπέφενον καὶ ἔπεφνον· ἡ μετοχὴ πέφνων· τὸ ὑποτακτικὸν, ἐάν πέφνω, πέφνῃς, πέφνῃ.

292. στόμαχος, σιτόμαχός τις ὢν, ὁ τοῖς σιτίοις μαχόμενος· ἢ ὅτι στόμα ἐστὶ τῶν χεομένων. ἢ ἐκ τοῦ στόμα καὶ τὸ μῆχος, τὸ μοχάνημα· ἢ παρὰ τὸ στόμα καὶ τὸ χέω· διʼ αὐτοῦ γὰρ ἥ τε ξηρὰ καὶ ὑγρὰ τροφὴ πρὸς τὴν γαστέρα χεῖται.

307. μαρνάμενος· μαχόμενος. γίνεται δὲ ἐκ τοῦ μάρνημι, τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω. ὁ μέλλων μαρανῶ, καὶ ἐν συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι, μάρναμαι, μαρνάμενος, οἱ δὲ, ἀπὸ τοῦ μαρνῶ. τοῦτο ἀπὸ τοῦ ἀρνός. οἱ παλαιοὶ γὰρ τὰς πραγματείας μετὰ ἀρνῶν ἐποιοῦντο, ὅθεν καὶ τὸ ἀρνῶ ἀρνοῦμαι σημαίνει. οἱ δὲ, ἀπὸ τοῦ μάρη ἡ χεὶρ, ἤγουν τὸ διὰ χειρῶν μάχεσθαι κατὰ Πίνδαρον· ὅθεν καὶ εὐμαρές.

343. ἐῦκνήμιδας τοὺς καλὰς κνημῖδας ἐν ταῖς κνήμαις φοροῦντας, ἤγουν φυλακτήρια. κνήμη δέ ἐστι τὸ ὄπισθεν τοῦ σκέλους, ἡ ἰγνύη. γίνεται δὲ ἐκ τοῦ κινῶ κινήσω, κινήμη καὶ κνήμη.