Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

355. ἀμπεπαλών] μετοχή, ἀόριστος β. γίνεται δὲ ἐκ τοῦ ἀνα- πάλλω. οἱ δὲ Ἴωνες εἰώθασιν ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς ἀναδιπλασιάζειν, λάχωσι λελάχωσι, λάθῃ “λελάθῃ δʼ ὀδυνάων” (ΙΙ. 15, 60).

356. ἀσπίς παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσπίς· ἡ μὴ εἰς ἔκτασιν μεμηκυμένη, ἀλλʼ εἰς περιφέρειαν κεκυκλωμένη.

357. ἔβριμος γίνεται παρὰ τὸ βρι ἐπίρρημα, τὸ μεγάλως καὶ ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος· ἐκ τοῦ βρίμος οὖν γίνεται βριμῶ καὶ ἐμβριμῶ, τὸ ἐπιτιμῶ.

359. λαπάρα· ἐκ τοῦ λαπάζω, τὸ κενῶ· τοῦτο ἐκ τοῦ λάπαθος ἡ βοτάνη· ἔστι δὲ κενωτικὴ τῆς γαστρός· τοῦτο ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ πάθος, ἡ τὸ πάθος ἀπελαύνουσα. λαπάρα δέ ἐστιν ὁ κενὸς τῶν ὀστέων τόπος ὁ ὑποκάτω τῶν πλευρῶν κείμενος.

διάμησε· ἐκ τοῦ διά καὶ τοῦ ἀμῶ τὸ θερίζω. γίνεται τὸ ἀμῶ ἐκ τοῦ ἄμη ἡ δρεπάνη.