Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

201. κραναῆς] τραχείας. τοῦτο παρὰ τὸ κρανίον, ὅπερ ἐστὶ τραχὺ καὶ ὀστῶδες· τἐ, δʼ Ἰθάκῃ οὔτʼ ἄρ δρόμοι εὐρέες οὔτε τι λειμὼν αἰγίβοτος” (Od. 4, 605).

213. ἐπιτροχάδην] τὸ σύντομον καὶ ταχὺ, ἐκ τοῦ τρόχοςτροχάδην. τὰ γὰρ ἀπὸ ὀνομάτων εἰς ος γινόμεναι ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται, οἷον νόμος νομάδην, σπόρος σποράδην, τρόχος τροχάδην. τὸ δὲ παμπή- δην ἐκ τοῦ πάμπαν.

214. παῦρα] ἀπὸ τοῦ παῦρος. σημαίνει δὲ τὸ ὀλίγον. γίνεται οὖν παρὰ τὸ παύω, παύσω, παῦρος· ὁ μὴ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων. ὡς τὸ “παῦρα δασάσκετο” (Il. 9, 333).

236. δοιώ] ἡ εὐθεῖα τῶν ἑνικῶν ὁ δοιός· οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάττοντες καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τῷ ἱ. γίνεται δὲ ἐκ τοῦ δέω τὸ δεσμεύω θοός, καὶ πλεονασμῷ τοῦ ῑ δοιός, δοιοῦ, καὶ δοιώ δυῖκόν.