Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

172. ἑκυρὸς ὁ πενθερὸς, παρὰ τὸ πρὸς ἑαυτὸν τὴν νύμφην ἄγειν. γίνεται δὲ ἐκ τοῦ δέχω δεχύω δεχυρός, ὡς ἴσχω ἰσχύω ἰσχυρός· ἀποβολῇ οὖν τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ, ἑκυρός· ἢ παρὰ τὸ κύρω τὸ ἐπιτυγχάνω, κυρὸς καὶ ἑκυρός.

175. θάλαμος] εἰ μὲν σημαίνει τὸν νέον οἶκον, ἐν ὦ εἰσέρχονται ὅ τε νυμφίος καὶ ἡ νύμφη, γίνεται παρὰ τὸ θάλλω· δεῖ γὰρ ἐν αὐτῷ θάλλοντας εἰσιέναι τὰ σώματα, τουτέστιν ἀκμάζοντας· εἰ δὲ σημαίνει τὴν οἰκίαν, γίνεται παρὰ τὸ θάλπω, τὸ θερμαίνω.

182. ὄλβιος ἐκ τοῦ ὅλος καὶ τοῦ βίος, ὁλόβιος, ὁ πάνυ πλούσιος· ἢ παρὰ τὸ οὖλος, ὃ σημαίνει τὸν ὑγιῆ, οὐλόβιος· ἀποβολῇ τοῦ νῦ, καὶ συγκοπῇ τοῦ ο, ὄλβιος· φησὶ γὰρ, “οὖλέ τε καὶ μέγα χαῖρε,ʼ ἀντὶ τοῦ ὑγίαινε. ὄλβιος οὖν ὁ ἐν μηδενὶ ἐνδεής. ἔνιοι δὲ ἐκ τοῦ ὅλος, καὶ πλεονασμῷ τοῦ β, ὄλβος· ὅλος γὰρ ὁ ὁλόκληρος.

190. ἑλίκωπες] ἡ εὐθεῖα ἑλίκωψ. γίνεται οὖν ἐκ τοῦ ἑλίκη, ὃ σημαίνει τὴν μεγάλην ἄρκτον, ὡς καὶ Ἄρατὸς (37) “ἑλίκῃ γε μὲν ἄνδρες εἰν ἁλὶ τεκμαίροντες.” δύο οὖν εἰσὶν ἄρκτοι, αἱ ἡ μὲν μεγάλη [*](29. ∗ φησὶ] φασὶ)

380
καλεῖται ἑλίκη, πρὸς ῆν ἀποβλέποντες καὶ ἀπευθύνοντες τὴν πορείαν ἐποιοῦντο· ἐκ τούτου οὖν ἐκλήθησαν ἑλίκωπες· ἡ δὲ μικρὰ κυνό- βουρα.