Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

161. παῖδες μὲν πατέρʼ ἀμφί] οἶκτον ἔχει τὸ τοὺς παῖδας κλαίοντας κλαίοντι παρακαθῆσθαι τῷ γέροντι.

163. ἐντυπὰς ἐν χλαίνῃ] ἐντυπωδῶς, ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι τὸν τύπον. ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβολὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτὸν, ὑπονοεῖν ἡμῖν κατα- λιμπάνων οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος.

164. * κόπρος σημαίνει τρία, τὴν τῶν κήπων, ὡς καὶ ἡμεῖς “δμῶες ἀνάγκῃ τέμενος μέγα κοπρίσσαντο” (Od.17, 299)· καὶ τὴν τῶν βοῶν στάσιν, ὡς τὸ “μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε” (Il. 18, 575)· καὶ τὴν κόνιν, ὡς ἐνταῦθα καὶ ὡς τὸ “ὑπὸ δὲ στέρνοισι κονίη ἵστατ’ ἀειρομένη” (Il. 23, 365).

τοῖο γέροντος] τούτου τοῦ γέροντος. οἱ δὲ θαυμαστικῶς τὸ τοῖο.

165. καταμήσατο] ἀθρόως ἐπεσπάσατο, ὡς τὸ “ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο” (Od. 5, 482).

168. κέατο] τινὲς δὲ ἀντὶ τοῦ κεκαμένοι ἦσαν.

170. τυτθὸν φθεγξαμένη] πρὸς τὸ μὴ ἐκπλῆξαι τὸν γέροντα. ὁ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προπεπονθυῖα γὰρ ἡ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται.

172. ὀσσομένη] προορωμένη. οἱ δὲ προαγγέλλουσα.

173. ἀγαθὰ φρονέουσα] φρονῆσαί σε ποιοῦσα ἀγαθά.

[*](19. τὴν τῶν κήπων Hauptius in πον Prooemio Lection. aestiv. Berol. 27. κεκαμένοι] κεκακωμένοι Townl. a.ʼ 1861 p. 3 collato Apollonii κεκαυμένοι Lobeck. Rhemat. p. 15. Lexico s. v. κόπρος p. 102] τὸν κῆ- κεκασμένοι Bekkerus.)
343

παρὰ Διὸς ἥκω σοι ἄγγελος.

190. ὁπλίσαι] ἀντὶ τοῦ εὐτρεπίσαι, παρὰ τὰ ὅπλα, ὡς τὸ ἐντῦναι παρὰ τὰ ἔντεα.

πείρινθα] τὸ τετράγωνον πλινθίον τὸ ἄνωθεν περιδούμενον ταῖς ἀμάξαις. ἐκ ῥιπῶν δέ φασιν αὐτὸ πλέκεσθαι, ὥστε εἶναι ῥίπινθα, τὰ ἐκ ῥιπῶν πλακέντα· ῥίπα δὲ λέγονται τὰ τῆς οἰσύας πλέγματα. ὁ δὲ Ξενοφῶν κάνναθρον αὐτό φησι· κάννη γὰρ ἡ ψίαθος, ἵνʼ ᾖ πλέγμα ψιαθῶδες, συνέχειν τὸν φόρτον δυνάμενον.

191. κηώεντα] τὸν εἰς τὸ κοιμᾶσθαι ἐπιτήδειον. ἔνιοι δὲ τὸν εὐώδη.

192. γλήνεα] χρήματα κατὰ Ἠλείους· οἱ δὲ ἀξιοθέατα πράγ- ματα. κυρίως δὲ γλήνεα τὰ κοροκόσμια λέγονται, τὸ ἑξῆς ἐπεκα- λέσατο.

197. τί τοι φρεσὶν εἴδεται εἶναι] ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ τῶν παθημάτων. καὶ κέκρικε μὲν, ἐρωτᾷ δὲ εἰ σύμψηφος ἔσται αὐτῷ. ὅτι γὰρ ἤθελε δῆλον· οὐ γὰρ πρὶν κατα- βῆναι ἐρωτᾷ, ἀλλʼ ἐπὶ τοῖς δεδογμένοις ἀναφέρει τὴν γνώμην.

202. ἔκλεʼ] ἔκλεο κατὰ συγκοπὴν, ἀντὶ τοῦ ἐδεδόξασο.

206. ἀντιστρόφως. εἰ γάρ σʼ ἐσόψεται καὶ αἱρήσει, ἀντὶ τοῦ, εἰ μόνον θεάσεται, εὐθὺς ἀναιρήσει.

207. ὠμηστής] ὠμὸς καὶ ἄγριος καὶ αἱμοπότης.

208. οὐχ ὡς ἱκέτην σε δέξεται καὶ ἐλεήσει.

209. εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς ἦν παντελῶς ὁ λόγος, ὅτι καταφρονεῖ υἱοῦ τοιούτου ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδυνατοῦσα κομίσασθαι τὸν υἱὸν, οὐ βούλεται προσαποβαλέσθαι καὶ Πρίαμον.

212. δαιμονίως τῇ ἐμφάσει χρῆται· θανάσιμον γὰρ τὸ τοῦ ἥπατος πάθος· καὶ μέσον, οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ ἐν παρατάσει τὸ ἐσθίειν. τό τε ἐμφῦσα ἐμφαντικώτατον· οὐ γὰρ λαβοῦσα τῇ χειρὶ, ἀλλʼ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα, ὡς ἐπὶ σαρκοφάγου θηρίου. εἴγε δὲ μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος, δυσπαράδεκτον ἦν τὸ μέγεθος τῆς ὑπερβολῆς. οἰκεῖα δὲ ταῦτα μητρὶ καὶ πρεσβύτιδι ὑπὲρ τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου.

213. ἄντιτα] τὸ τέλειον ἀντίτιτα, ἵνʼ ᾖ ἀντιτιμώρητα. συγκέ- [*](31. εἴγε δὲ μὴ] ἄλλως. μέσον ἦπαρ: εἴγε μὴ Townl. novi acholii initium.)

344
κοπται δὲ ἡ τι συλλαβή. λείπει δʼ ὁ ἄν. οὐκ ἀξιόχρεων δὲ ἡγεῖται τὸν θάνατον τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι.

214. ἐπεὶ οὐχ ὁ τυχῶν ἦν οὐδὲ γύννις. τοιοῦτο δὲ καὶ τὸ “ἀνδρὶ πάρα κρατερῷ” ὡς πρὸς σύστασιν Ἕκτορος. αὔξεται δὲ τὸ πάθος ἐπὶ τῷ ἀναξίως ὑβριζομένῳ.

*τὸ κακιζόμενον ἀντὶ τοῦ ὡς δειλὸν καὶ ἄνανδρον.