Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

215. πρό] δίχα τοῦ σ ὡς τὸ “οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι” (Il. 4, 156).

οὔτι φόβου μεμνημένον] φιλοστόργως ταῦτα, ἐπεί τοι φεύγοντα ἀνεῖλεν.

219. οὐδέ] ἀντὶ τοῦ οὐ γάρ.

220. ἄλλος] ἄλλος, καὶ μὴ θεός.

221. ἱερῆες οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. τὰ μὲν γὰρ θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. θυοσκόοι δὲ οἱ ἐμπυρόσκοποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις.

222. ἢ παρέλκει τὸ μᾶλλον, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς.

226. τῆς τῶν ἀκουόντων διανοίας ἥψατο ταῦτα λέγων.

227. ἐπὰν γόου ἐξ ἔρον εἵην] ἐπὰν κορεσθείην τῆς τοῦ ἐπʼ αὐτῷ θρήνου ἐπιθυμίας.

228. φωριαμῶν] ἔχουσι γὰρ ἃ φοροῦμεν· λέγει δὲ τὰ κιβώτια. ἐπιθήματα δὲ τὰ πώματα καὶ καλύμματα.

229. πέπλος, φᾶρος, χλαῖνα, χιτών· ὅτι διάφορα ταῦτα νῦν ἐδήλωσεν. πέπλοι γὰρ ἃ περιεβάλλοντο μόναι γυναῖκες, καὶ “ἑανῷ λιτὶ κάλυψαν” (Il. 18, 352) ἤτοι πέπλῳ. χιτὼν δὲ ἀνδρῷον ἔνδυμα, φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν, χλαῖνα τὸ περίβλημα τῆς κλίνης.

235. ἐξεσίην] ἐπὶ δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα συλλαβὴ, παρὰ τὸν ἥσω μέλλοντα ἑσία καὶ ἐξεσία.

238. αἰθούσης] αἱ πρόστωοι, παρὰ τὸ ὑπὸ τοῦ ἡλίου καταίθεσθαι. αἰσχροῖσιν] κακοῖς. καὶ “αἴσχιστος δὲ ἀνήρ” (Il. 2, 216) ἀντὶ τοῦ κάκιστος.

239. λωβητῆρες] ψεῦσται· “οὔτι σε λωβεύω τέκνον” (Od. 23, 26). οἱ δὲ ἐπονείδιστοι.

οὔ νυ καὶ ὑμῖν] ὡς οὐκ ἔχοντες, φησὶ, πένθος ἐμὲ παραμυθεῖθε. ἐμοὶ, φησὶ, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε

345
πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δὲ λέγειν ὅτι δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα.

241. ὀνόσασθ᾿] ἐκφαυλίζετέ με ὡς μόνον δεινῶς πάσχοντα, καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν, οὐδὲ κοινὸν τὸ κακὸν εἶναι λογίζεσθε.

242. ἀτὰρ γνώσεσθε] μαθήσεσθε πάσχοντες κακῶς ὅτι Ἕκτωρ ἀπώλετο.

243. ῥηΐτεροι γὰρ μᾶλλον] καὶ πρὶν μὲν ῥᾴδιοι τοῖς Ἕλλησιν ἤτε, εἰ μὴ Ἕκτωρ ἠρίστευε· νῦν δὲ ῥᾳδιώτεροι γενήσεσθε, ἤτοι εὐκόλως τῇ καθʼ ὑμῶν χρήσονται μόχη).

247. σκηπανίῳ] ῥάβδῳ, σκήπτρῳ. δίεπε δὲ ἀνέρας ἀντὶ τοῦ διὰ τῶν ἀνδρῶν ᾔει. οἱ δὲ, διεῖργε καὶ διίστα τοὺς ἄνδρας. καὶ ἤπιος μὲν αἰεί ἐστιν, νῦν δὲ ἡ λύπη Ἕκτορος καὶ τὸ πένθος δύσκολον αὐτὸν ἐποίησεν ἀπειρηκότα τοῦ ζῆν.

248. σπερχομένοιο] ἐπειγομένου τοῦ διώκειν, ἢ σπέρχοντος. τοῦτο δὲ πρὸς τὸ ἀπειθὲς τῶν ὠστιζομένων τῶν βασιλείων οἰκημάτων.

249. οἰκεῖον μὲν τῷ πάθει τὸ δυσχεραίνειν πρὸς πάντας· λελη- θότως δὲ Ὅμηρος κατάλογον ποιεῖται τῶν ἔτι τῷ Πριάμῳ ὑπολει- φθέντων παίδων.

253. σπεύσατε] πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ λύτρα, κἂν καὶ ταχὺ ᾖ. παροξυτόνως δὲ τὸ κατηφόνες, ὡς τὸ κηληδόνες σειρηδόνες. εἰς μαλακίαν δὲ αὐτοὺς ἐπισκώπτει ὡς στυγνίας αἰτίους. γίνεται δὲ κατηφών ἀπὸ τοῦ κατηφῶ ὁ κάτω ἔχων τὰ φάη διʼ αἰσχύνην ἢ ὀνειδισμὸν ἢ λύπην.

255. ὤ μοι ἐγώ] ἠθικὴ ἡ μεταξὺ ἀναφώνησις. ὀργιζόμενος δὲ τοῖς λελειμμένοις ἀφορμὴν ἔσχεν ὀδύρεσθαι τοὺς τετελευτηκότας. ἐλεεινὸν δὲ καὶ τὸ ἐπεὶ τέκον. οὐ δεινὸν οὖν τὸ μὴ γεννῆσαι ὡς τὸ γεννηθέντας ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει, λοιδορεῖ.