Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

100. εἶξε δʼ Ἀθήνη] ἡ μὲν Ἀθηνᾶ ὡς νεωτέρα τοῦ θρόνου ὑπείκει, ἡ δὲ Ἥρα ὡς βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται.

[*](10. κατέδυσαν Bekk.] κατέλυσαν 19. ὁ κωμικός] Eupolis: v. Meinek. 2 p. 458.)
341

109. ἐΰσκοπον] συνετὸν, κατὰ τοῦ σκοποῦ φέροντα τὴν γνώμην.

110. προτιάπτω] ἀντὶ τοῦ προσάπτω καὶ παρέχω. προῖάπτω δὲ τὸ βλάπτω.

111. μετόπισθε] λείπει ὁ καί, ἵνʼ ᾖ καὶ εἰς ὕστερον θέλων τὴν πρὸς σὲ φιλίαν τηρῆσαι.

114. μαινομένῃσι] μανίας γὰρ ἴδιον τὸ αἰκίζεσθαι τὰ ἀναί— σθητα.

116. ἀπό θʼ Ἕκτορα λύσῃ] καὶ μὴν οὐκ ἤτησέ τις. ἢ ἐπεὶ ὡς μὴ ἀπολύσων διέκειτο, οὐδὲ ἐὰν ἀντίρροπον δοῖεν χρυσόν.

117. Ἶριν ἐφήσω] ἐντελουμένην αὐτῷ τὰ περὶ τούτου τὴν Ἶριν ἀποπέμψω.

* Πορφυρίου. τὸ ἐφήσω οὐκ ἔσι ν ἐπιπέμψω ἀπλῶς, ἀλλ’ ἔστιν ἐντολὰς αὐτῇ δοὺς πέμψω. τίς δὲ ἡ ἐντολή; “λύσασθαι φίλον υἱὸν, ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν·” ἐφετμὴ γὰρ ἐντολὴ, παρὰ τὸ ἐφίεσθαι γεγονυῖα, ὅ ἐστιν ἐντέλλεσθαι· “ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω” (Od. 13, 7), ὡς εἰ ἔλεγεν, ἐφετμὰς ποιούμενος.

123. ἀδινά] ἀθρόως καὶ ὡς ἐξ ἀνακλίσεως. ἢ ἀδιαλείπτως.

129. ἐντεῦθεν καὶ Πυθαγόρας παραινεῖ μὴ ἐσθίειν ζῴου καρδίαν· ὁ γὰρ ἐκείνην ἐσθίων καὶ τὴν ἑαυτοῦ ἐσθίει, τουτέστιν οὐδέποτε ἀτάραχον καὶ ἄλυπον ἑαυτὸν τηρεῖ.

134. δασυντέον τὸ πρῶτον ε τοῦ ἑέ. τῷ δὲ τόνῳ ὡς καλέ.

137. νεκροῖο δὲ δέξαι ἄποινα] τὰ μὲν ἄποινά φησιν ὑπὲρ ζώντων, σὺ δὲ ὑπὲρ νεκροῦ καὶ ἀχρήστου δέξαι αὐτὰ καὶ κερδάνῃς.

139. τῇδ’] ἀντὶ τοῦ ἐνθάδε. τὸ δὲ εἴη ἀντὶ τοῦ παραγένοιτο. ὁ δὲ Ζώπυρος ἀντὶ τοῦ ἔστω.

144. ταχεῖα] ἀντὶ τοῦ ταχέως.

148. μηδέ τις ἄλλος] ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον ἡ μόνωσις ἐργίζεται.

149. μόνον ἀπελθεῖν μετὰ τοσούτων λύτρων ἀδύνατον, ἐπάγεσθαι δέ τινα τῶν νέων εἰς πολεμίων στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ ἕπεται, ὅ ἐστι σπονδῶν καὶ πίστεως σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων.

152. τάρβος ὁ φόβος ἀπὸ τοῦ τείρω τάρος καὶ πλεονασμῷ τάρβος.

156. οὔτʼ αὐτὸς] διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ κατα- σκευάζει, τὸν μὲν ἐν τῇ ὁδῷ κίνδυνον δι’ Ἑρμοῦ διαφεύξεσθαι [*](10. ἐντελουμένην] ἐντελυμένην Townl. ἐφήσω sine Πορφυρίου. 12. *Πορφυρίου. τὸ ἐφήσω] τὸ δὲ 25. Ζώπυρος] τοῦ ζωπύρου Townl.)

342
ὑπισχνούμενος, ἐν Ἀχιλλέως δὲ γενόμενον οὐ μόνον ὑπʼ αὐτοῦ μὴ κινδυνεύειν, ἀλλὰ διʼ ἐκείνου καὶ τὴν τῶν ἄλλων ἀσφάλειαν ποριεῖ- σθαι, διὰ τὸ πρὸς τοὺς ἱκέτας καθῆκον.

157. τάχιστα διέλαβε πόθεν οἱ ἄνθρωποι ἐπὶ τὸ ἀδικεῖν ἔρχον- ται. ἢ γὰρ διʼ ἀσυνεσίαν, ὃ διὰ τοῦ ἄφρων· ἢ ἀκόντως, ὃ διὰ τοῦ ἄσκοπος, ὃ δηλοῖ τὸν μὴ τοῦ συμφέροντος προνοούμενον· ἢ ἑκουσίως, ὃ διὰ τοῦ ἀλιτήμων παρέστησεν, ὃ δηλοῖ τὸν ἀλιτάνευτον, τὸν ἑκουσίως τοῦ δέοντος ἁμαρτάνοντα. ἠθικῶς δὲ ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως, διʼ ἃ εἶπεν Ἀπόλλων (40) “ᾦ οὕτʼ ἂρ φρένες ἐναίσιμοι.”

158. ἐνδυκέως] ἐπιμελῶς. ἢ διόλου καὶ ὁλοτελῶς.

160. ἐνοπήν τε γόον τε] τὸν μετὰ θορύβου θρῆνον.