Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

258. Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν] οὐ μόνον διʼ ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ πρόσφατον τῆς συμφορᾶς. ἠθικῶς δὲ Πρίαμος κρείττονά φησι τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγεννῆσθαι.

262. ἐπιδήμιοι ἁρπακτῆρες] ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν γενναῖοι. ἔνθεν τὸ (Aristoph. Pec. 1189) “οἴκοι μὲν λέοντες, ἐν μάχῃ δʼ ἀλώπεκες.”

[*](26. ἐπεὶ τέκον Bekk.] ἐπὶ τέκνων 30. πρόσφατον] πρόσφορον)
346

265. οἱ δʼ ἄρα] δεόντως σιωπῶσιν. οὐδὲ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι.

266. ἐκ μέν] ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν ἐκόσμησε ποιητικῶν λέξεων ποικιλίᾳ.

267. πρωτοπαγῆ] πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως· ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.

269. ὀμφαλόεν] ὑπεροχὰς ἔχον ἐν μέσῳ τινὰς, αἷς περιειλοῦνται οἱ ἱμάντες. οἱ δὲ, ἕνα μέσον ἔχοντες ὀμφαλὸν, ᾧ προσδεῖται ὁ ῥυμός.

οἰήκεσσι] κρίκοις, διʼ ὧν ἐνειρόμεναι αἱ ἡνίαι τοὺς ἵππους οἰακί- ζουσιν. ἡ γὰρ ἡνία τρόπον τινὰ οἴηξ ἐστὶ τοῦ ἅρματος.

270. ζυγόδεσμον] ἱμάντα ἢ σχοῖνον, ὃ δεσμεῖ τὸν ζυγόν.

271. τὸ μέν] τὸ ζυγόδεσμον.

272. πέζῃ] πᾶν τὸ ἄκρον πέζα καλεῖται. ἔχει δὲ ὁ ῥυμὸς πέζας δύο, τὴν πρὸς γῆν καὶ τὴν πρὸς τὸ ζυγόν. τὴν οὖν πρὸς τὸ ζυγὸν πρώτην λέγει.

ἕστορι] τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσαλίσκῳ, περὶ ὃν ὁ κρίκος ἐμβαλλόμενος τῷ ζυγῷ ἐντίθεται. δασύνεται δὲ τὸ ἕστορι ἀπὸ τῆς ἕσεως.

273. ἑκάτερθεν ἔδησαν] ἑκατέρωθεν ἔδησαν, ἀμφαλλάσσοντες τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλὸν, ἵνα μὴ ἑτεροκλινήσῃ.

274. ὑπὸ γλωχῖνα] ὑπὸ τὴν γωνίαν τὴν γεγονυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ· ὅταν γὰρ συνδεθῇ τῷ ῥυμῷ ὁ ζυγὸς, ἀποτελοῦνταί τινες γωνίαι. δηλοῖ δὲ καὶ τὴν γλωσσίδα. ἔγναμψαν δὲ ἀπετερ- μάτισαν, ἵνα μὴ κρέμηται ὁ ἱμάς.

277. οὐ τοὺς μετὰ κανθηλίων νωτοφοροῦντας, ἀλλὰ τοὺς ἅρματα ἕλκοντας. καὶ Πίνδαρος τὰ ἅρματα ἔντεα φησιν· “ἱππείοις ἔντεσι μεταΐσσων” (Ol. 13, 28). ἢ τοὺς ἑτοίμους πρὸς τὰ ἔργα.

281, 282. ζευγνύσθην] ζευγνύναι προσέτασσον. τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν τὸ ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ ἐργάτης, οἰκοδομεῖται δὲ ὁ χορηγός. καὶ γλύφει μὲν ὁ γλυφεὺς, γλύφεται δὲ ὁ δεσπότης, ζεύγνυσιν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων.

283. τετιηότι] περιλύπῳ.

[*](5. Hoc scholion ultimum est idemque in initio folii 327 b le- folii 327 a, numero notatum κζ, gitur cum numero α.)
347

285. λείψαντε] συλληπτικῶς· μόνος γὰρ σπένδει ὁ Πρίαμος.

292. αἴτει δʼ οἰωνόν] γυναικεῖον ἦθος τὸ ἐπὶ μαντείας καταφεύ- γειν, εἶ τί που περίφοβον σχοῖεν.

293. φασὶν ἐπὶ τὴν βασιλείαν ὁρμῶντι αὐτῷ αἰετὸν φανῆναι σύμβολον τῆς εὐτυχίας καὶ τοῦ κράτους, ἔνθεν αὐτὸν τῶν ἄλλων μᾶλλον ἐφίλει.

297. οὐκ ἂν—κελοίμην] ἐξ ἀντικειμένου φησὶν ὅτι κωλύσω σε.

300. πείθεται Πρίαμος οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ τὴν γυναῖκα θαρσοποιῶν.

303. ἀκήρατον] καθαρὸν, ἀθόλωτον, ἀμίαντον.