Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

304. χέρνιβον] οὐχ ὥς τινες τὸ ἀγγεῖον· ἐπιφέρει γὰρ πρόχοόν θʼ ἅμα. ἀεὶ δὲ παρὰ τῷ ποιητῇ τὸ ὕδωρ δηλοῖ.

306. μέσῳ ἕρκεῖ] ἐν τῷ μέσῳ τῆς αὐλῆς, ὅπου καὶ βωμὸς τοῦ ἑρκείου Διὸς ἦν, πρὸς ὃν μετὰ τὴν ἅλωσιν φυγὼν ἀπέσφακται.

309. ἐς Ἀχιλλῆος] ἀντὶ τοῦ πρὸς Ἀχιλλέα.

φίλον ἐλθεῖν] ὡς μὴ ἐχθρὸς προσδεχθείην· ἐλεεινὸν δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν.

315. τελειότατον] ἐπιτελεστικὸν εἰς ὃ ἂν ὀφθείη. ἢ τὸν ἀξιώ- ματι ὑπερέχοντα, ὡς λέων τελειότατος θηρῶν, τουτέστι κυριώτατος καὶ βασιλικώτατος.

πιθανῶς οὐδὲν ἔχει ὁ ἀετὸς, ὅπως σημαίνῃ Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. μέλας δὲ ὣ τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται, ἀλλʼ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα.

*Πορφυρίον. ἐζητήθη ποίου μέμνηται ἐνταῦθα Ὅμηρος αἰετοῦ, τοῦ πυγάργου ἢ τοῦ ἀφροδισίου ἢ πελλοῦ, περὶ ὧν φησὶν ἐν τῇ Ἰλιυάδι Κ (274). καὶ πάλιν, “αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,” περὶ οὗ φησὶν ἐν τῇ Ἰλιάδι Φ (252). ἔστι δὲ ὁ αὐτὸς καλούμενος μόρφνος ὀνόματι, καὶ μέλας δὲ ὣν, περὶ οὗ φησὶν Ἀρι- στοτέλης· ἕτερος δὲ μέλας χρόαν καὶ μέγεθος ξλάχιστος καὶ κράτιστος· οἰκεῖ δʼ ὄρη καὶ ὕλας, καλεῖται δὲ μελαναίετος καὶ λαγωσφόνος, ἔστι δὲ ὠκυβόλος. ἐπεὶ τοίνυν κοινῶς αἰετὸν ἔφη, προσέθηκε μέλανος, εἶτα ἐπικυρῶν τοῦ θηρητῆρος. οἱ δὲ κατε- [*](6. μᾶλλον addidit Bekkerus. 26. *Πορφυρίου] om.)

348
ψεύσαντο τοῦ ποιητοῦ ὡς μελανόστου ὑφʼ ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι, καταψευδόμενοι τῆς ἀληθείας· ὀστοῦν γὰρ μέλαν οὐδενὸς ζῴου εὑρίσκεται· οὐδʼ ἂν εἶπεν ὁ ποιητὴς ὀστοῦν, εἰωθὼς ὀστέον λέγειν τρισυλλάβως. ἀλλʼ οὗτός ἐστιν ὁ μέλας, ὁ θηρητὴρ, ὃν Ἀριστοτέλης μὲν κράτιστον ἔφη, Ὅμηρος δὲ “ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν.” εἴρθε δὲ καὶ ὁ Ἀρχίλοχος μελάμπυγον τοῦτον καλεῖν· “ἤ τευ μελαμπύγου τύχῃς.” ἄλλος γὰρ ὁ πύγαργος, ἄλλος δὲ ὁ μέλας ὅλος. διὰ τοῦτο καὶ μελάμπυγον. ἀλλʼ οὐκ ἐπὶ τούτους ἀναφέρων θιάσους κατωμαδὸν πρὸς Ἡρακλέους φερομένους τὰς ὑπὸ τὰ ἰσχία αὐτοῦ καταμαθεῖν πυγὰς, καὶ γελάσαντας οὕτω τυχεῖν σωτηρίας, ἀλλὰ πρὸς τὸν πύγαργον ἀετὸν συγκρίνων καρτερὸν εἶπε τὸν μελάμπυγα. διὸ οὔτε τὸ μέλανος τῷ τοῦ συναπτέον, οὔτε τὸ μελανόσσου γραπτέον, οἷον μελανοφθάλμου· μελαναίετος γὰρ ὡς ὅλος μέλας· οὕτε, ὥς φησιν Ἀρίσταρχος, ἐγκλίνοντες ἂν προφεροίμεθα μέλανός του· ἐπιτηδεύων γὰρ εἶπε τοῦ θηρητῆρος, ἐπεὶ ὁ μέλας τοιοῦτος. ἀλλὰ τὸ ἄρθρον λυπεῖ προσκείμενον. λυπείτω οὖν καὶ ἐπὶ τῷ Τελαμωνιάδῃ καὶ Ἀσκληπιάδῃ καὶ “οὕνεκα τὸν Χρύσην ἠτίμασεν” (Il. 1, 11). ἀπὸ δὲ τούτου ὅτι τὸν αὐτὸν μόρφνον καὶ περκνόν καλεῖ, συναγάγοι ἄν τις ἐκ τοῦ κἀκεῖνον θηρητῆρα εἰπεῖν, μόρφνον θηρητῆρα, εἰ μὴ ἄρα ἄλλος μὲν ὁ περκνὸς, ὃς καὶ θηρητὴρ κοινῶς εἴρηται, ἄλλος δὲ ὁ μέλας, ὃς καὶ θηρητὴρ ἰδίως καλεῖται.

316. μόρφνον] ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον, ἢ μόρον ἐπάγειν. οἱ δὲ εὔμορφον, οἱ δὲ μάρπτοντα. περκνὸν δὲ μέλανα· ἐξ οὗ καὶ βότρυς περκάζων, οἱονεὶ περκνάζων καὶ μελαινόμενος.

317. θύρη θαλάμοιο] τῶν γὰρ τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα φιλοτιμουμένου τοῦ κατασκευάζοντος.

319. πτερά] καταχρηστικῶς αἱ πτέρυγες. κυρίως δὲ πτερὰ τὰ πτίλα. εἴσατο] ἀντὶ τοῦ ἐφάνη.

323. προθύροιο] τὰ τῆς αὐλῆς τειχία. Κύπριοι δὲ παστάδα ἀμφίθυρον.

334. Ἑρμεία. σοὶ γάρ] ἀπήλλαξεν ὁ ποιητὴς ζητήσεως ἡμᾶς, προσθεὶς τὴν αἰτ ίαν διὰ τί νῦν τῷ Ἑρμῇ χρῆται διακόνῳ καὶ οὐ τῇ [*](1. Prius ὡς addidit Bekk. μελανοστῷ 11. πυγὰς καὶ Vill.] πυλι.... καὶ 25. περκνάζων Vill.] πρεκνάζων. B et Mosq. Alii περκάζων 13. μέλανος τῷ τοῦ scripsi pro)

349
Ἴριδι. οὐ παραγγελίας μόνης ἔδει ψιλῆς, ὅπου γε οὐδʼ ἐκ τοῦ προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλʼ ἐπὶ τῷ φιλοποιῆσαι αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν.

335. ἑταιρίσσαι] συνεργῆσαι. καὶ ἑταιρὶς ἡ συμπαραγινομένη ἄλλοτε ἄλλῳ εἰς μῖξιν. ἢ φιλοποιήσασθαι· πρὸς γὰρ τὸ φίλον αὐτὸν Ἀχιλλεῖ ποιῆσαι πέμπεται.

337. ὅτι ἴδῃ καὶ νοήσῃ ἐκ παραλλήλου ταυτόν ἐστιν.

338. Πηλείωνάδε] ἀντὶ τοῦ πρὸς Πηλείωνα ἢ ἐπὶ Πηλείωνα.

343. τῇ τʼ ἀνδρῶν ὄμματα] ὕπνον γὰρ καὶ ἐγέρσεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ ἀπὸ τῆς εὐαρμοστίας.

347. οἱ μὲν ὄνομα ἡλικίας· οἱ δὲ ἐρρωμένῳ, παρὰ τὸ σεύεσθαι εὖ· οἱ δὲ εὐδαίμονι· οἱ δὲ δικαίῳ, παρὰ τὴν αἶσαν· οἱ δὲ εὐμοίρῳ καὶ σεμνῷ, ἵνα ἐκπλήξῃ Πρίαμον· οἱ δὲ κοσμίῳ, πρὸς τὸ μὴ δέξασθαι παρὰ Πριάμου δῶρα. Ἀρίσταρχος δὲ αἰσυμνητῆρι, ὅ ἐστι βασιλεῖ, οἱονεὶ αἰσιονομητῆρι· οἱ γὰρ βασιλεῖς τὰ αἴσια νέμουσι. κούρῳ δὲ, ὅπως αἰδεσθῇ τὸ γῆρας Πριάμου.

348. πρῶτον ὑπηνήτῃ] μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς, ἁβρό- τερον μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς τοιούτους δὲ ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τοῦ δὲ κάτω πάππος, αἱ δὲ ἐξ ἀμφοῖν ὑπήνη, ἔνθεν καὶ ὑπηνήτης.

350. ὄφρα πίοιεν] διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν οὐκ ἔδοσαν.

351. ἡ ἐν ἀντὶ τῆς παρά.

352. ἐφράσσατο] ἐν φρεσὶν εἶδε, συνεῖδε, διέγνω. Πρίαμος δὲ ὅλος ἐστὶ περὶ τὸ πῶς παρακαλέσει Ἀχιλλέα· διὸ οὐχ ὁρᾶ. ὁ δὲ κῆρυξ μᾶλλον τῆς τοῦ νεκροῦ λυτρώσεως ἢ τῆς ἰδίας σωτηρίας ἐφρόν- τιζε. διὸ καὶ φεύγειν συμβουλεύει.

354. φραδέος] συνετοῦ· ὅθεν καὶ ἀφραδέες οἱ ἀσύνετοι.

355. διαρραίσεσθαι] διαφθαρήσεσθαι. ἴδιον δὲ βαρβάρων τὸ αἰεὶ τὰ χείρω προσδοκᾶν.