Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

634. Κλυτομήδεα] οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν καλῶς τὰ πρὸς νίκην μηχανᾶσθαι.

635. Ἀγκαῖον] παρὰ τὸ “ἀγκὰς ἀλλήλων λαβέτην” (711)· μεγάλας γὰρ εἶχε χεῖρας. ἴσως δὲ καὶ παρὰ τὰς πλευρὰς Πλευ- ρώνιος. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ κήρυκος βοή- σαντος.

636. Ἴφικλον] παρὰ τὸ ἰφίκωλός τις εἶναι.

640. παρʼ αὐτόφι] παρʼ αὐτοῖς.

641. δίδυμοι] ἀντὶ τοῦ συμφυεῖς καὶ ἅμα γεγεννημένοι.

642. ἔμπεδον] ἀντὶ τοῦ ἑδραίως καὶ ἀσφαλῶς. πολλὴν δὲ ἔχει ἡ ἐπανάληψις ἔμφασιν.

643. νεώτεροι ἀντιοώντων] νομοθετεῖ καθʼ ἡλικίαν ἀεὶ ποιεῖν καὶ μὴ ὑπὲρ ὅ τις δύναται σπεύδειν φαίνεσθαι.

646. κτερέιζε] γέραιρε καὶ δόξαζε τὸν σὸν φίλον τοῖς ἄθλοις. γίνεται δὲ παρὰ τὸ κτέρας, ὃ δηλοῖ τὸ κτῆμα. “τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον (Il. 10, 216).

649. ἦς τέ μʼ ἔοικε τετιμῆσθαι] ὕψωσεν ἑαυτὸν ὡς ὀφείλοντα τιμᾶσθαι, εὐλόγιστον ἀποφήνας τὸν τιμήσαντα· τίνος γὰρ ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα ἐπὶ νεότητος, εἰς χάριν δὲ τῶν φίλων καὶ νῦν στρατεύων, ἐπʼ ἀξιώματος ὢν μεγίστου καὶ παίδων πατὴρ καὶ οἴκου δεσπότης εὐδαίμονος.

652. αἶνον] τινὲς τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ ἐδόκει αὐτῷ ἐν ὑπονοίᾳ εἶναι, νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ “αἶνος μέντοι ἀμύμων ὃν κατέλεξας” (Od. 14, 508). οὐ γὰρ τὸν ἔπαινόν φησιν.

653. ἀλεγεινῆς] πολυφρόντιδος καὶ πολλῆς δεομένης τῆς ἐπισκέ- ψεως.

654. πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου καὶ ὁ ἆθλος.

656. οἰκείως τὸ δέπας τῷ νικωμένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφʼ οὗ μάλιστα νικῶνται· ἢ ὅτι οἱ πόται ἡσσῶνται.

658. Ἀτρείδη τε καὶ ἄλλοι] τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐνάγώ- [*](3. μέμνηται] ἀγῶνος addit Townl. πρεσβευτὴς διηνεκῶς 22. πρεσβύτης διηνυκώς Bekkerus] 27. ἀμύμων] ο ξ suprascriptum)

326
νιον· ᾤετο γὰρ τῶν ἐπισήμων τινὰς ἀναστήσεσθαι. οὐκ ἦν δὲ μόνων τῶν ἀρχόντων ὁ ἀγὼν, ἀλλὰ καὶ τῶν ἀρχομένων. ἦν δὲ, ὡς ἔοικε, καὶ τέχνη παρʼ αὐτοῖς τῆς πυγμῆς, οὐχὶ δύναμις.

660. * Απόλλων] Φόρβας ἀνδρειότατος τῶν κατʼ αὐτὸν γενόμενος πυγμῇ ἐνίκα, καὶ τοὺς μὲν παριόντας ἀγωνίζεσθαι ἀναγκάζων ἀνήρει, ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανίας ἠβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ ἴσον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενόμενος καὶ συστὰς αὐτῷ ἀπέκτεινεν αὐτόν· ὅθεν. ἐξ ἐκείνου τῆς πυκτικῆς ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

666. ἅψατο δʼ ἡμιόνου] πολὺ τὸ εἶδος καὶ ἀγωνιστικόν. πάντας δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσω- πον πρὸς τὴν τοῦ ἵππου κατασκευήν.

670. μάχης ἐπιδεύομαι] τὸ ὁμολογεῖν ἐφʼ οἷς τις ἡσσᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.

673. ἀντικρύ] ἐξ ἐναντίου ἀγωνιζόμενος. οὐ γὰρ κλέπτων τὴν μάχην πέποιθα ἐμαυτῷ.

674. κηδεμόνες] οἱ κηδόμενοι αὐτοῦ.

675. ἐξοίσουσιν] φοράδην δηλονότι.