Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

589. ὑπερβασίαι] αἱ παραβάσεις τοῦ δέοντος. ἔγνω δὲ ὡς οἱ εἴκοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπολο- γίαν φέρει τὴν ἡλικίαν.

590. κραιπνότερος] ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν· ἡ δὲ βουλὴ ἀσθενής.

591. φιλοτίμως τὴν μὲν νίκην προσποιεῖται, τοῦ δὲ ἄθλου ἐξ- ίσταται ἑκών· ὁ γὰρ λέγων αὐτὸς δώσω κατασκευάζει ὅτι ἐμὴν οὖσαν λήψῃ. τούτῳ δὲ συνᾴδει καὶ τὸ “εἰ καί νύ κεν οἴκοθεν ἄλλο.”

593. ἐπαιτήσειας] ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι.

[*](4. δόρατι] θώρακι Heynius. betus] παρακελευομένῳ—ἀνταίρων 12. ἥμαρτεν Vill.] ἥμαρτες 32. αἰτήσειας Bekk.] αἰτήσας 17. προκαλουμένῳ—ἀντερῶν Cο-)
324

595. ἐκ θυμοῦ πεσέειν] πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν φιλίας φησίν. θεραπευτικῶς δὲ ἀγαθὸν καὶ θεοφιλῆ αὐτὸν καὶ ἰσόθεον ἀποδείκνυσι. πρὸς μὲν Ἀχιλλέα τῇ δικαιολογικῇ στάσει ἐχρή- σατο, νῦν δὲ τῇ παρορμητικῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείαις δὲ καὶ τιμαῖς ὁμιλητικῶς ἀνακτώμενος.

598. ἰάνθη] καὶ οἱ γεωργοὶ πολλάκις ἱλαρὰ εἶναι λέγουσι τὰ φυτά. ὥσπερ δὲ τὸ λήῖον περιχυθὲν τῇ δρόσῳ φαιδρύνεται, μετα- βαῖνον ἀπὸ στυγνότητος εἰς κάλλος, οὕτω καὶ ὁ Μενέλαος.

599. ὅτε φρίσσουσιν ἄρουραι] ὅτε τελειοῦνται οἱ στάχυες· τότε γὰρ φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ἀνορθοῦνται. ἢ κινοῦνται.

603. ἀεσίφρων] ματαιόφρων, δολιόφρων, ἢ βλαψίφρων.

605. δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ συνεγνωκέναι καθάπαξ ἁμαρ- τάνοντι, ἀσθενοῦς δὲ τὸ πολλάκις.

607. διὰ τούτων καὶ τὴν πρὸς ἅπαντας χάριν ὁμολογεῖ.

610. δώσω ἐμήν περ ἐοῦσαν] ἄκρως ἐλέγχει Ὅμηρος τὰς φύσεις τῶν ἀνθρώπων, ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τὸ φιλό- τιμον. ὅρα γὰρ μεθʼ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης, καὶ παρα- χωρεῖν τοῦ ἰδίου ἄθλου φησὶν ἑκών.

612. Νοήμονι] ὄνομα κύριον καὶ ἐν Ὀδυσσείᾳ (2, 386) “υἱὸς Φρονίοιο Νοήμων.”

616. τὴν Νέστορι] ἀγαθός ἐστι νομοθέτης, ἀξιῶν καὶ φρονήσεως ἄθλα τίθεσθαι. παρʼ Ὁμήρου τοίνυν διδαχθεὶς Ἰσοκράτης ἐπιτιμᾷ τοῖς μὴ φρονήσεως ἆθλα τιθεῖσιν. ὥσπερ δὲ τὸν βασιλέα, οὕτω καὶ τὸν συνετὸν ἀκονιτὶ στεφανοῖ.

δῶκεν Ἀχιλλεύς] ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς.

622. ἐνδύσεαι] μετὰ τοῦ σ· οὐδέποτε γὰρ Ὅμηρος τὴν ἐν ἀντὶ τῆς εἰς τίθησιν.

624. χαίρων] ἐπὶ τῇ τιμῇ δηλονότι.

626. ναὶ δή] εἰπόντος Ἀχιλλέως “οὐ γὰρ πύξ γε μαχήσεαι” ἠθικῶς φησὶν ὅτι ἀληθῶς λέγεις, οὐ διʼ ἄλλο ἢ τὸ γῆρας.

627. ἐξηγεῖται τί ἐστὶ γυῖα.

628. ἐλαφραί] ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ μέλη.

631. βασιλῆος] ἢ οἱ τοῦ βασιλέως παῖδες, ἢ περὶ βασιλέως.

325

632. ἔνθʼ οὔ τίς μοι ὁμοῖος] ἀεὶ παραδείγμασιν οἰκείοις χρῆται, ὅταν τινὰ πρὸς πόλεμον ἢ πρὸς μονομάχιον παρορμᾷ. καὶ νῦν ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται.