Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

676. ἀκὴν ἐγένοντο] διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς.

677. Εὐρύαλος] τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομήδην καὶ Σθένελον. ἔστι δὲ υἱὸς Μηκιστέως, Μηκιστεὺς δὲ καὶ Ἄδραστος Ταλαοῦ παῖδες.

679. ὅς] ὁ Μηκιστεύς· πρὸς γὰρ τὸ δεύτερον ὑπαντᾷ, καὶ συνάδει τῇ ἡλικίᾳ.

*τὸ δὲ δεδουπότος ἀντὶ τοῦ τεθνηκότος ἐν πολέμῳ.

680. ἐς τάφον] ἀντὶ τοῦ εἰς ἐπιτάφιον.

681. ἀμφεπονεῖτο] διὰ τὴν συγγένειαν· ἔστι γὰρ αὐτοῦ συγγενὴς μητρῷος ἐξ Εὐρυάλου.

683. ζῶμα] περιζώματα γὰρ ἕως ποδῶν διήκοντα ἐφόρουν πρὸς τὸ μὴ εὐκόλως πλήττεσθαι. ὕστερον δὲ Ἀθήνησί τινων ἀγωνιζομένων ἄρχοντος Ἱππομένους συνέβη ἕνα αὐτῶν πεσόντα πρὸς τὸ ἐμποδισθῆ- ναι ὑπὸ τοῦ περιζώματος τελευτῆσαι. ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνί- ζεσθαι μέχρι τοῦ νῦν. διὸ καὶ οἱ τόποι ἐν οἷς ἔκτοτε ἐπονοῦντο, γυμνάσια καλοῦνται. νεώτερος οὖν Ἡσίοδος γυμνοὺς εἰσάγων ἀγω- νιστάς.

[*](4. ἀνθρειότατος Bekkerus] ἀνδρειότερος 10. *εἶδος] ἦδος)
327

686. ἄντα δʼ ἀνασχόμενοι] ἀνατεινάμενοι καὶ οἷον διατιναχθέντες.

688. χρόμαδος] ὠνοματοποίησε τὸν ψόφον· ἄμα γὰρ καὶ τρίζου- σιν οἱ πύκται, ἐπάγοντες τὰς πληγάς.

691. ὑπήριπε φαίδιμα γυῖα] εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος.

692. ὡς δʼ ὅθ] ὅταν ἀρχομένου πνεῖν ἀνέμου ὑποκινῆται καὶ οἷον μελαίνηται τὸ πέλαγος, τότε ἄλλονται οἱ ἰχθύες ἄνω καὶ κάτω. ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ γὰρ ἑκάτερος καὶ πάλιν κατα- φέρεται.

695. ὤρθωσε] νόμος γάρ ἐστι καὶ ἔθος ἄχρι καὶ νῦν τὸ μὴ πεσόντα πλήσσειν.

697. παχύ] πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται.

698. * τὲ καδδʼ ἀλλοφρονέοντα ἀντὶ τοῦ παραφρονοῦντα.

701. δεικνύμενος] φιλοτιμούμενος.

703. τὸν δέ] ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον.

704. γυναῖκʼ] διὰ τὸ μαλακὸν καὶ ἀσθενές.

709. κέρδεα εἰδώς] δείκνυσιν ὅτι ἐφάμιλλος τέχνη ἀνδρείας.

711. παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκά- τερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ κρατεῖ τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ ἀγκῶνος· τοῖς δὲ μετώποις ἀντη- ρείδοντο. δηλοῖ δὲ τὸ ἀγκάς τὴν τῶν χειρῶν περιβολήν.

ἀμείβοντες] οἱ συστάται, οἳ τὸ σχῆμα τοῦ Λ στοιχείου ἀπο- τελοῦσιν.

714. τετρίγει δʼ ἄρα νῶτα] τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν.

715. ῥέεν ἱδρώς] τοσοῦτον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόντων καὶ τῶν σφιγγόντων. δηλοῖ δὲ ὡς ἡ αὐτὴ μὲν αὐτοῖς ἦν στάσις, μετέστησαν δʼ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει ;