Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

521. πεδίοιο] λείπει ἡ διά.

523. τινὲς δύο μέρη φασὶν, ἵνʼ ᾖ δίσκου οὖρα· ἄμεινον δὲ σύν- θετον εἶναι.

526. *προτέρω] ἀντὶ τοῦ πορρωτέρω.

529. δουρὸς ἐρωήν] ἔκτασιν καὶ ὁρμὴν δόρατος πορευομένου.

531. ἤκιστος] παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ. τοῦτο δὲ παρὰ τῷ ποιητῇ ψιλοῦται καὶ δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύ- νεται καὶ σημαίνει τὸ οὐδὲ ὅλως. οἱ δὲ ἄτεχνος· ἄλλοι ἀσθενής.

533. τῶν ἔμπροσθεν αὐτοὺς ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων ἕλκων καὶ τῇ μάστιγι τοὺς αὐχένας τύπτων. συγκέκοπται δὲ ἀπὸ τοῦ πρόσσωθεν, τὸν δὲ τόνον ἐφύλαξεν.

537. ἀλλʼ ἄγε δή οἱ δῶμεν] διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυ- χοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς ἐᾶν ὑπερτερεῖν τὴν τύχην.

538. ἀτὰρ τὰ πρῶτα] ἵνα μὴ δοκῇ Διομήδει ὕπουλος εἶναι καὶ φοβερός.

543. ὁ τοῦ Νέστορος υἱὸς Ἀντίλοχος καὶ λόγῳ καὶ πράξει ἐστὶ δυνατός· τὸ μὲν γὰρ κεχολώσομαι ἁπλουστάτης ἐστὶ διαθέσεως καὶ φιλεταιρίας, τὸν δὲ Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν ἦθος ὁ ποιητής.

546. ἀλλʼ ὤφελεν ἀθανάτοισιν] ἐναντιώσῃ οὖν τοῖς θεοῖς, εἰ ἀφή- ρηνται ἐκεῖνοι, αὐτὸς δὲ δώσεις.

551. μεῖζον ἄεθλον] οὐδετέρως. εἴωθε δὲ καὶ ἀρσενικῶς λέγειν ὁ ποιητής.

556. χαίρων Ἀντιλόχῳ] λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς [*](18. οἱ δὲ—ἀσθενής] Haec a m. secunda. 29. χρηστὸν] χρηστοῦ Bekk.)

323
αὐτὸν, τοσούτῳ πλέον δέδεικται τὸ γνήσιον τῆς ἑταιρίας, καὶ οὐκ ἀναβάλλεται τὸ δῶρον.

561. χεῦμα] ἐδήλωσε τὸν ἐκκεχυμένον τε καὶ πεπηγμένον τῷ δόρατι κασσίτερον.

566. θυμὸν ἀχεύων] οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος μὲν οὖν ἐστὶ περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος. μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωῖκὴν ἁπλότητα κακουργήσαντι.

568. χειρὶ σκῆπτρον ἔθηκε] σκῆπτρον δέχεται διὰ τὸ μέλλειν δημηγορεῖν. ὁ δὲ Ἀντίλοχος πρὸς μόνον Μενέλαον διαλέγεται.

570. πεπνυμένε] φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν ἑκὼν ὡς ἥμαρτεν. οὕτω δὲ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται.

574. ἐς μέσον] ἐξ ἴσου, ἐκ παραλλήλου, μὴ ἑτεροβαρῶς. καὶ ἐπιφέρει μηδʼ ἐπʼ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὐτῶν διὰ τὸ ἀξίωμα καταχαρίσασθαι ἀξιοῖ.

579. καί μʼ οὔ τινά φημι] ἔδειξεν ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ οὐκ ἔστιν ὁ ἀντερῶν.

583. ῥαδινήν] λεπτὴν, ἐπιμήκη, χαριεστάτην.

585. ὄμνυθι] εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ πλή- θους γινομένης τῆς ἐπιθέσεως, οὐδʼ ὄντων μαρτύρων, ἐπὶ τὸ συνειδὸς αὐτοῦ κατέφυγεν.