Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

466. οὐκ ἐτύχησεν ἑλίξας] ἀπέτυχε, φησὶ, τοῦ ἑλίξαι καὶ συ- στρέψαι τοὺς ἵππους.

468. ἐξερώησαν] ἔξω τοῦ δρόμου ὥρμησαν.

474. λαβρεύεαι] λάβρως καὶ οὐ μετὰ σκέψεως λαλεῖς. πρό- γλωσσος δὲ ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησι· διὸ καὶ διὰ γλῶτταν κολάζεται νῦν καὶ ἐν τῷ ναυαγίῳ.

ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μιμεῖται διαθέσεις θεατῶν· δέ- δοκται γὰρ τῷ ποιητῇ πᾶν εἶδος ἔργων καὶ λόγων διαγράψαι.

477. οὔτε τοι] οὕτε ἔκδηλον καὶ πολὺ ὁ ὀφθαλμός σου ὁρᾷ. ὀξύ- τατον δὲ, ὅτι τμητική ἐστιν ἡ θέα τοῦ ὑποκειμένου ἀέρος.

481. εὔληρα] ἅπαξ χρῆται τῇ λέξει. ὁ δὲ Ἡρωδιανὸς καὶ ἐπὶ. ἱματίου καὶ ἐπὶ δεσμοῦ τίθεσθαί φησι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ, εἴληρα καὶ εὔληρα. δηλοῖ δὲ τὰ ἥνια.

483. κακοφραδές] κακολόγε, κακὰ ἐπιλογιζόμενε.

485. τὸ δεῦρο δηλοῖ καὶ τὸ εἰς τοῦτον τὸν τόπον. λέγεται δὲ καὶ ἐγκελευστικῶς, ὡς τὸ “δεῦρʼ ἄγ’ ἰών” (Od. 12, 184). τὸ δὲ νῦν ἐνθάδε διὰ τὸ μέτρον συσταλτέον.

συνθώμεθα. καὶ λείπει ἡ περί εἰς τὸ τρίποδος.

486. ἵστορα] μάρτυρα, συνθηκοφύλακα.

487. ἵνα γνοίης ἀποτίνων] ἵνα γνῷς, φησὶν, ἀποδιδοὺς καὶ ζημιού- μενος ὁποῖαι πρῶται ἵπποι.

490. προτέρω] ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, εἰς μείζω προέβη τὰ τῆς ἔριδος.

491. εἰ μὴ Ἀχιλλεύς] ὡς ἀγωνοθέτης γὰρ προΐσταται τῆς εὐκο- σμίας.

500. κατωμαδόν] κατὰ τῶν ὤμων τῶν ἰδίων ἵππων τὴν μάστιγα ἐπαίρων.

501. ὑψόσʼ ἀειρέσθην] τοῦτο πρὸς τὸ ἁβρὸν καὶ τὸ τῶν ποδῶν εὔρυθμον.

502. ἡνίοχον] τὸν Διομήδην. καὶ τοὺς ἱππέας γὰρ ἡνιόχους καλεῖ (Il. 11, 151)· καὶ οὐκ ἄτοπον.

504. οὐδέ τι πολλή] μετὰ τάχους γὰρ διαβαίνοντες οἱ τροχοὶ οὐ πάνυ τὴν γῆν ἐχάρασσον.

322

507. στῆ δέ] ἀντὶ τοῦ ἐπαύσατο τοῦ δρόμου. ἀγῶνι δὲ τῷ ἀθροίσματι.

510. οὐδὲ μάτησε] οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἆθλον. ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφʼ οὗ τὸ οὐκ ἠμέλησε νοητέον.

515. κέρδεσιν οὔτι τάχει] Ἀντίλοχος μὲν διδαχθεὶς παρὰ τοῦ πατρὸς παρατρέχει· ὁ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν.

517. προσφυεστάτη ἡ εἰκών· χρῆται γὰρ τοῖς διαστήμασι τῶν ἁρμάτων, καὶ ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα.

519. τοῦ μέν τε ψαύουσιν] ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον ἕπεται ὁ τροχός.