Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. νῆας τὸν τόπον τῶν νηῶν, Ἑλλήσποντον δὲ τὴν μέχρι Σιγείου θάλασσαν.

3. ἐσκίδναντο] ἀπʼ ἀλλήλων ἐχωρίζοντο.

4. ἀποσκίδνασθαι] ἀπʼ αὐτοῦ χωρίζεσθαι. ἢ παρέλκει ἡ ἀπό, ὡς τὸ ἀπητίμησεν (Il. 13, 113).

8. αὐτοῖς ἵπποισι] λείπει ἡ σύν.

305

10. τεταρπώμεσθα γόοιο] Αἰσχύλος fr. 382) φησὶν ὅτι στε- ναγμοὶ τῶν πόνων ἰάματα οὐ μέτρια τυγχάνουσιν.

14. ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ τῆς Θέτιδος. καὶ ἦρξε μὲν τῆς οἰμωγῆς Ἀχιλλεὺς, οἱ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες καιρὸν ὑπʼ αὐτοῦ, καὶ πρότερον μὴ κλαύ- βαντες.

15, 16. τινὲς διαστέλλουσιν ἐπὶ τὸ τεύχεα, ἵνα, φασὶ, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα.

16. τοῖον] αὐξητικῶς καὶ θαυμαστικῶς μετʼ ἐμφάσεως, ἵνʼ ᾖ τὸν μέγαν καὶ περιβόητον. οἱ δὲ γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθὸν ἤκου- βν,

μήστωρα φόβοιο] μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.

17. ἀδινοῦ] ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις προῖέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.

18. δίχα δύναται λέγεσθαι, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθείς.

19. χαῖρέ μοι] οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ Ἀχιλλεὺς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπει- ληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶν, καὶ εἰν Ἀΐδαο δόμοισιν ὢν χαῖρε, οἷον εἰ ἔστι παραμυθία τοῖς τετελευτηκόσι, ταύτην δέχου παρʼ ἡμῶν.

21. ὠμὰ δάσασθαι] ὠμῶς ἀπομερίσασθαι. εἰώθασι δὲ οἱ κύνες ἄλλος ἄλλοσε ἀποσπᾶν καὶ μερίζεσθαι τὸ σῶμα.

24. ἀεικέα] ἀπεοικότα καὶ ἀπρεπῆ. τοῦτο δέ ἐστι τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμβανομένῳ. ἢ τοῦτο ἀεικὲς τὸ τὸν μείζω παρὰ τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ.

μήσατο] νῦν ἀντὶ τοῦ εἰργάζετο, ἐποίει.

26. οἱ δέ] ἀντὶ τοῦ τῶν δὲ ἕκαστος.

27. ὑψηχέας] ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν “οὐρανὸν ἐς πολύχαλ- κον ἐπέπληγον πόδες ἵππων” (Il. 5, 504). ἢ ὑψοῦ ἀνέχοντας ἑαυ- τούς· φησὶ γοῦν “ὑψοῦ δὲ κάρη ἔχει” (Il. 6, 509).