Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

486. οὔτε σοὶ οὗτος] δαιμονίως ἔμιξε τὸ πάθος, ἐφʼ ἑκατέρῳ οἶ- κτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι τῆς τοῦ πατρὸς ἀρετῆς, ἐπί τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός.

487. ἕως τοῦ “δακρυόεις δέ τʼ ἄνεισιν” ἀθετοῦνται στίχοι ιγ΄, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ ἦθος γυναικῶν ἄκρως ἀπεμιμήσατο· σύνηθες γὰρ γυναιξὶ πολυλογεῖν ἐν τοῖς πέν- θεσι καὶ μάλιστα ἐπὶ τοῖς πάθεσι πάθος κινεῖν.

489. ἀπουρήσουσιν] κυρίως τῶν ὅρων ἀφαιρήσονται· ὁ μὲν γὰρ Πρίαμος ἔργον ἐσχάτου γήρως, ἄλλος δὲ οὐκ ἔστιν ὁ ἐλεήσων τὴν ὀρφανίαν αὐτοῦ. ἡ δὲ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν αὐτὴν ποιεῖ.

490. ἦμαρ δʼ ὀρφανικόν] τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀμφηλικιω- τῶν ἔρημον τίθησι τὸν παῖδα. οἱ δὲ διεσταλμένως πᾶν, εἶτα ἀφή- λικα, ἵνʼ ᾖ πᾶν ἦμαρ ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.

491. πάντα δʼ ὑπεμνήμυκε] πάντα αὐτὸν τὰ δεινὰ εἰς ἀνάμνησιν [*](28. ἔργον ἐσχάτου γήρως] ἐσχατογήρως Bekkerus)

304
ἄγει τοῦ δυσφορεῖν. ἢ πάντα αὐτῷ καταπέπτωκε καὶ κατακέκλιται, παρὰ τὸ ἠμύω ἠμύσω ἤμυκα ἐμήμυκα, καὶ περισσὸν τὸ ν. οὐδετέρως δὲ τὰ παρειά.

*ἔνιοι τὸ ὑπεμνήμυκεν ἀντὶ τοῦ στυγνάζειν καὶ καταμεμύχθαι.

494. κοτύλη εἶδος ποτηρίου, ἢ τὸ κοῖλον τῆς χειρός.

495. ὑπερώη τὰ οὖλα, ἢ ἀπὸ μέρους τὸ ὅλον στόμα. οἱ δὲ τὸν γαργαρεῶνα.

496. ἀμφιθαλὴς ὁ ἐπʼ ἀμφοῖν μητρὶ καὶ πατρὶ καὶ πλούτῳ εὐδαίμων, παρὰ τὸ ἀμφοτέρωθεν θάλλειν. ἅπαξ δὲ εἴρηται ὁ ἀμφι- θαλὴς παρ’ Ὁμήρῳ.

500. Ἀστυάναξ] τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα λέγουσα πλέον οἰκτίζεται καὶ συμπάθειαν κινεῖ.

501. ἐσήμανεν οἵοις τε καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε τοῦ βασιλικοῦ καὶ μονογενοῦς παιδός.

503. ἀγκαλίδεσσι] ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμ- μετρον· ἢ ὡς συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν ὁμοίως τῇ βραχύτητι τοῦ παιδός.

504. θαλέων] παντοδαπῶν τροφῶν καὶ ἐδεσμάτων.

509. αἰόλαι] εὔστροφοι καὶ ποικίλαι. πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς ὀδυρμοὺς ἀφʼ ὧν ἤρξατο.

511. λεπτά τε καὶ χαρίεντα] οὐ τὸν κόπον καὶ τὴν δυστυχίαν ἑαυτῆς, ἀλλὰ τὴν Ἕκτορος ἐμφαίνει, ὡς διʼ αὐτὸν τὰ τοιαῦτα ποιή- σασα, οἷς οὐκ ἐπανεπαύσατο.

512. πάντα καταφλέξω] παθητικὰ ταῦτα καὶ βιωτικά· συνα- φανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, ἐξασφαλιζόμενοι αὐτὰ εἰς ἑτέρων μὴ ἥκειν χρῆσιν. λέγει δὲ ὅτι ὄντως φλέξω αὐτά· σοὶ γὰρ ἐξ αὐτῶν οὐδὲν ὄφελος.