Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

371. δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθεσιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου.

373. ἦ μάλα δή] σαρκαστικὸς ὁ λόγος, ὅταν ἐν ἐπαίνῳ λεγόμενος ψόγον ἔχῃ. ὡς τὸ “ἦ μάλʼ ἐλαφρὸς ἀνήρ” (Il. 16, 745).

375. καὶ οὐτήσασκε παραστάς] ἅμα λέγοντες ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.

378. Ἑλληνικῶς κοινοποιεῖται τὴν νίκην, τὸ συμμαχικὸν ἀναζω- πυρῶν. οἴχεταὶ φησι τοῖς Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν Ἕκτορος.

379. παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται. τὴν δὲ αἰτίαν τοῦ πράγματος προὔθηκεν· ἔδει γὰρ εἰπεῖν δεῦτε πειραθῶμεν εἰ καταληψόμεθα τὴν πόλιν, ἐπειδὴ τόνδε ἄνδρα.

381. ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν] στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέταιρον προθεὶς τοῦ φιλοτίμου.

390. αὐτὰρ ἐγὼ καὶ κεῖθι] κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώσκειν ἁρμόδια.

391. οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως ἡ πάλαι μουσικὴ, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία. πῶς δὲ τὸν πολέμιον Ἀπόλλωνα ὑμνεῖ; οὗ ὁ ὕμνος. ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται (Il. 6, 87), οὕτως οὗτος τὸν θεόν· οὐδεὶς γὰρ ἐχθρὸς εἶναι δύναται θεῷ. ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιὰν, οὐ πάντως δὲ ἀεὶ εἰς αὐτὸν ᾀδόμενος.

395. ἀεικέα] χαλεπὰ καὶ αἰκιστικὰ, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ εἰργάζετο.

397. *ἐς σφυρὸν ἐκ πτέρνης] διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν Ἕκτορα; λέγομεν οὖν ὅτι οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα

299
φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψεν (Il. 6, 417), ἀλλʼ ὅτι πρότερον ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον “ἀεικέα μή- σατο ἔργα” οἶα καὶ λέγει περὶ αὐτοῦ· “κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἀνὰ σκολόπεσσι, ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς” (Il. 18, 176)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλί- μαχός φησιν ὅτι πάτριόν ἐστι Θετταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σῖμον γάρ φησι, Θεσ- σαλὸν τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου ἀποκτείναντα Θράσυλλον τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ ἐξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλκειν. ὡς Θεσσαλὸν οὖν καὶ τὸν Ἀχιλλέα πατρίῳ ἔθει τοῦτο ποιῆσαι καὶ δῆσαι τὸν Ἕκτορα.

ἐκ τῶν σφυρῶν καὶ τοῦ κάτω μέρους τῆς πτέρνης ἐτρύπησεν, ὥστε ὑπολύσασθαι τὴν ἀγκύλην.

402. πίτναντο] ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο.

406. τίλλε κόμην] οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προσέπεσε τὸ πάθος.

408. ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, ἐπὶ δὲ τῆς θηλείας κώκυσεν· ἡ μὲν γὰρ ἄναρθρος, ὁ δὲ μετὰ λόγου. καὶ ἑξῆς “κωκυτῷ τʼ εἴχοντο” γυναῖκες δηλονότι “καὶ οἰμωγῇ” ἄνδρες.

410. *ὁ λόγος τοιοῦτος· τοιούτῳ θρήνῳ ὅμοιον ἦν ὥσπερ εἰ κατε- φλέγετο ὑπὸ τοῦ πυρὸς ἡ Ἴλιος ἅπασα.

411. σμύχεσθαι τὸ ἐκ τοῦ κατʼ ὀλίγον αὔξεσθαι τὸ πῦρ μὴ τρε- πόμενον ἐς φλόγα.

414. κατὰ κόπρον] ἀντὶ τοῦ κατὰ τὸν συρφετὸν τῆς γῆς. ἔστι δὲ καὶ ἐπίγραμμα εἰς Ἐπίχαρμον οὕτως· “εἰμὶ νεκρὸς, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δέ γε γῆ θεός ἐστʼ, οὐ νεκρὸς, ἀλλὰ θεός.”

[*](5. Καλλίμαχος] Aristoteles no- 26. τὸν scripsi pro τό minatur ad 24, 15. 27. εἰς Ἐπίχαρμον οὕτως] *ὃ εἰς 7. *Σῖμων (sic scripsi pro σιμόν) Ἐπίχαρμον ἀναφέρεται: quod verum ―Θεσσαλὸν] σιμὸς—θετταλός. In videtur. Non esse autem hoc Leid. Σίμωνα—Θεσσαλὸν, in scholio epigramma Epicharmi pluribus Ven. A Σίμων appellatur. docuit M. Hauptius in Prooemio 8. Μειδίου] μηδίου Lectionum Berolinensium aestiva- *ἀποκτείναντα—ἄρξασθαι] σύραι ἀ- rum a. 1861, p. 4 b. ποκτείναντα ἅψασθαι. (σῦραι non de- 28. *κόπρος ἐστίν] ἐστιν om. bebam recipere vol. 2 p. 243, 29.) εἰ δέ γε (in Leid. τε) γῆ θεός * Θράσυλλον] θράσυλον ἐστʼ, σὐ νεκρὸς, ἀλλὰ θεός Cobetus])
300

416. καί μʼ οἶον ἐάσατε] εἰ καὶ ὑμεῖς, φησὶ, δειλιᾶτε ἐξελθεῖν, ἀλλʼ ἐμὲ μόνον ἐάσατε.

418. ἀτάσθαλον ὀβριμοεργόν] λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ αὐτῷ τῷ πάθει.

420. καὶ δέ νυ τῷδε πατήρ] προμελετᾷ τὴν ἱκετηρίαν· καὶ γὰρ ἱκετεύων τὰ περὶ τοῦ πατρὸς πρῶτον προβάλλεται· “μνῆσαι πατρὸς σεῖο” (Il. 24, 486).

428. δυσάμμορος] δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς καὶ α ταυτὸν δηλοῦσιν.