Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

325. *ψυχῆς ὤκιστος ὄλεθρος] καίτοι ἀθάνατον οἶδε τὴν ψυχήν. νῦν οὖν τὴν ἀφάνειάν φησιν αὐτῆς καὶ τὸν ἀπὸ τοῦ σώματος χωρι- σμόν. Πραξαγόρας δὲ ἐν τῇ ἀνατομῇ οὕτως φησί· “μετὰ δὲ τὴν τῆς γλώττης θέσιν ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἡ κιονίς· μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ τοῦ ἐμπροσθίου, ὁ δὲ στόμαχος ἐκ τοῦ ὀπισθίου, προσπεφυκὼς τοῖς τοῦ τραχήλου σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν πνεύμονα, ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. μεταξὺ δὲ φάρυγγος καὶ γλώσσης ἐπιγλωσσὶς, ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα. Ποσειδώνιος δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπεσθαι ὑπὸ τῆς ἐπιγλωττίδος τὸν βρόγχον.

328. ἀσφάραγος ὁ γαργαρεών. ἴσως δὲ ἐκκλίναντος αὐτοῦ πλα- γία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. καὶ τοῦτο δὲ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν.

333. ἀμείνων] σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ.

334. μετόπισθε] ἢ τοπικῶς, ὡς τὸ “νῦν δέ σε τῶν ὄπισθεν γουνά- ζομαι” (Od. 11, 66), ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα.

[*](3. ἤτοι] ὁ Bekk. 21. *ἐκ τοῦ ὀπισθίου—ὁ δὲ στόμαχος] om. 25. Ποσειδώνιος Bekk.] ποσιδώνιος 29. τύχης Vill.] ψυχῆς)
297

335. σὲ μὲν κύνες] ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι.

336. ἀϊκῶς] ἀπὸ τοῦ αἰκέως, ὃ δηλοῖ τὸ αἰκιστικῶς, γίνεται αἰκῶς καὶ ἀϊκῶς.

337. ὀλιγοδρανέων] ὀλίγον τοῦ δρᾶν ἔχων. πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος.

338. ὑπὲρ ψυχῆς] κατὰ ψυχῆς, ὡς τὸ “ὑπὲρ πατρὸς καὶ μητρὸς γουνάζομαι” (Od. 13, 324).

346. τὸ ἑξῆς, οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι· αἱ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήῃ ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι. μεταξὺ δὲ ἀνεφώνησε τὸ οἷά μʼ ἔοργας.

ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνόμενον, εἰ μὴ ἀντὶ τοῦ ἀπο- σπαράσσοντα κεῖται.

349. εἰκοσαπλᾶ, εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι τάσσεται.

εἰκοσινήριτʼ] ὑφʼ ἂν ἀναγνωστέον, ὡς τὸ εἰκοσάβοια· παραφυλα- κτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς, ὅταν συντίθηται, εἰς λήγει. τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστι καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα καὶ ἐξισού- μένα.

350. στήσωσʼ] παραστήσωσιν, ἢ ἰσόσταθμά σοι κομίσωσιν.

351. οὐδʼ εἴ κεν] οὐδὲ ἐάν σοι ἰσοστάθμῳ χρυσῷ ἀναλαβεῖν βου- ληθῇ· οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερ- βολικῶς εἶπεν.

354. κατὰ πάντα δάσονται] ἀντὶ τοῦ κατέδονται. ἔμφασιν δὲ ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν.

355. τὸν δὲ καταθνήσκων] δαιμονίως τὸν καιρὸν στοχάζεται· ἔμπροσθεν μὲν γὰρ ὠλιγοδράνει παρʼ αὐτὴν τὴν τρῶσιν, νυνὶ δὲ ἀπο- θνήσκει.

356. προτιόσσομαι] προσφθέγγομαι, παρὰ τὴν ὄσσαν, ἢ προ- ορῶμαι.

358. μὴ ὁ ἐμὸς θάνατος τὴν ἐκ θεῶν μῆνιν ἐπὶ σὲ ἐρεθίσῃ.

359. οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι μαντικαὶ γίνονται, οἱ δὲ, ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελ- θεῖν σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ.

[*](5. τοῦ δρῶν Bekkerus] τὸ δρᾶν 6. τῷ Bekkerus] τὸ 26, τὸν καιρὸν] τῶν καιρῶν)
298

365. κῆρα δʼ ἐγὼ τότε δέξομαι] καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν· ὁ δὲ Ἕκτωρ φιλόψυχος ὤν φησι πρὸς Πάτροκλον “τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον” (Il. 16, 859); ὑπερβολὴ δὲ μανίας τὸ πρὸς νεκρὸν ὁμιλεῖν.

369. περίδραμον] ὡς ἐπὶ παράδοξον γὰρ πρᾶγμα συντρέχουσι.

370. φυὴν καὶ εἶδος ἀγητόν] καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρη- μένου.