Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πεφυζότες] καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτως καλεῖ. ἔστιν οὖν ἀντὶ τοῦ δεδειλιακότες· καὶ ἔστιν ὅμοιον τῷ “τίπτʼ αὔτως ἔστητε τεθηπότες ἠΰτε νεβροί” (Il. 4, 243). ἔστιν οὖν φύζα φύζῶ. ὡς κίσσα κισσῶ· καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυζώς.

νεβροί] νεβροὶ οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νεόποροι, οἱ μηδέπω δυνάμενοι πορεύεσθαι. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νεβροί.

2. ἱδρῶ ἀπεψύχοντο] ἀντὶ τοῦ τὸν ἱδρῶτα τῷ ἀνέμῳ ἀνεψύχοντο καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος ἀνεψύχοντο γράφει. χαριέ- στερον δὲ τὸ ἀπεψύχοντο.

ἀκέοντο] ἀκεῖσθαι κυρίως τὸ τὸ ἄχος ἰᾶσθαι· ὅθεν Φρύγες ἀκεστήν τὸν ἰατρὸν, καὶ Ἀθηναῖοι ἀκέστριαν.

δίψαν] δίψα Ἰωνικῶς, δίψος δὲ Ἀττικῶς.

3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν] ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπε- ρειδόμενοι ταῖς ἐπάλξεσιν, διὰ τὸν κόπον, ὡς Αὐτόχθων καὶ Ἐπαφρό- διτος διὰ τὸν κόπονʼ χαρίεν γὰρ τὸ μὴ ἀναχωρεῖν ἀπὸ τοῦ τείχους [*](18. τίπτʼ αὔτως] *τίφθʼ οὕτως 28. ἀκέστριαν] τὴν ἠπήτριαν addit Townl. 22. νεόποροι] * νήπορα Valcken. Opusc. vol. 2 p. 64.)

280
εἰσδραμόντας εἰς τὴν πόλιν. ἐπάλξεσιν δὲ ἀπὸ μέρους τῷ παντὶ τείχει.

*Πορφυρίου. ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παρʼ Ὁμήρῳ τὴν περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπʼ αὐτῆς ῥήματα· “ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότει ἠΰτε νεβροὶ κεκλιμένοι καλῇσιν ἐπάλξεσιν” (1—4)· λέγει γὰρ, περιεχόμενοι τῷ τείχει οἱ Τρῶες, οἱ δʼ Ἄχαιοὶ τὰ σάκη τοῖς ὤμοις περιέχοντες. οὕτω λύσεις καὶ τὸ “οἱ δʼ ἐπὶ ῥηγμῖνι θαλάσσης κεκλίατο” (Il. 16, 67)· λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Τρώων ἐπὶ ῥηγμῖνι θαλάσσης συνηλάθησαν. καὶ τὸ “ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω” (Il. 5, 356) δηλοῖ περιείχετο. καὶ τὸ “κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο” (Od. 13, 235) ἀντὶ τοῦ κεῖται περιεχομένη. καὶ πάλιν “δʼ ἐν, Ὕλῃ ναίεσκε, μέγα πλούτοιο μεμηλὼς, λίμνῃ κεκλιμένος” (Il. 5, 708) δηλοῖ περιεχόμενος. καὶ “ἀσπίσι κεκλιμένοι” (Il. 3, 135) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀσπίδων. ἀπὸ τοῦ κλείω δὲ γέγονεν· τὸ γὰρ ἀποκλεισθὲν περιέχεται· καὶ τὸ “ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα” (Il. 15, 739) ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.

6. ἐν ἀριστερῷ τοῦ τείχους αἱ πύλαι ἔκειντο, αἳ ἐκαλοῦντο Δαρ- δανίαι.

11. ἤ νύ τοι] ἆρα, φησὶν, οὐ κεκόπωσαι διώκων τοὺς Τρῶας; τὸ δὲ ἐφόβησας, εἰς φυγὴν ἔτρεψας.