Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

12. οἱ δή τοι] ἐκεῖνοι, φησὶ, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν συνεστράφησαν.

13. οὔτι μόρσιμός εἰμι] οὐκ εἰμὶ, φησὶ, φονεύσιμος. οἷον οὐχ ὑπόκειμαι μοίρᾳ, ὡς Ἕκτωρ ὃν ἤλπισας διώκειν.

15. ἔβλαψάς μʼ ἑκάεργε] στοχάζεται ἢ ἀπὸ τοῦ “μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων” (Il. 16, 94). ἢ ὅτι καὶ ἀπὸ Αἰνείου γινώσκει ὅτι αὐτός ἐστιν ὁ ἐμποδίζων, παρὰ Ποσειδῶνος μαθών (Il. 20, 330). ὀλοώτατε δὲ ὀλέθρου παρασκευαστικὲ, δηλονότι ἐμοί τινὲς δὲ δολοώτατε, διὰ τὸ “δόλῳ γὰρ ἔθελγεν Ἀπόλλωνʼ (Il. 21, 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρημένος ἑταίρου καὶ νίκης.

20. ἦ σʼ ἂν τισαίμην] ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος δὲ ὁ μὴ καταπτησσόμενος τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ θάρσους ἀπειλῶν θεῷ.

[*](3. *Πορφυρίου] om.)
281

22. ἀεθλοφόρος] νικητής. πρὸς τὸ τάχος δὲ καὶ τὸ σοβαρόν. καὶ μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν φησὶν ἁμιλλώμενον ὀχήματι.