Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

557. ἄλλῃ] ἀντὶ τοῦ εἰς τόπον ἄλλον.

558. Ἰλήϊον] τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου. ὁ δὲ Κράτης Ἰδήϊον γράφει, ἵνʼ ᾖ τὸ ὑποκείμενον τῇ Ἴδῃ.

559. κατά τε ῥωπήϊα δύω] ὑποκρυβήσομαι τοῖς θαμνώδεσι τόποις.

561. ἱδρῶ ἀποψυχθείς] πνεύμασι τὸν ἱδρῶτα ξηράνας.

563. ἀπαειρόμενον] ἀντὶ τοῦ ἀπαίροντα καὶ ἀποχωροῦντα.

*Πορφυρίου. τὸ μή μʼ ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ μετε- νήνεκται ἀπὸ τῶν πλεόντων καὶ ἐπαιρόντων τοὺς ἱστούς· “ἱστόν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες” (Od. 2, 424). οὕτω δὲ λέγουσι καὶ τὸ ἐπαίρειν. οὕτως ἔχει καὶ τὸ “μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν” (Od. 21, 18) ἀντὶ τοῦ ἀείραντες ἀπήλασαν.

569. ἐν δὲ ἴα ψυχή] ὁ διαλογισμὸς ἀνθρώπινος, ὅτι ἓν σῶμα καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν οἱ μαχόμενοι, οὐκ ἂν ἔδεισάν ποτε τοὺς πολεμίους.

571. ἀλεὶς μένεν] συστρέψας τὸ πρώην ὁρμώμενον σῶμα εἰς φυγὴν ἔμενεν.

573. ὐΐτε πόρδαλις] θυμικὸν τὸ ζῷον καὶ πολεμικὸν μέχρι θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυρότερα.

575. Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν· καὶ Στησί- χορος ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γὰρ “ἀπειρέσιοι κυνυλαγ- μοί.” οὐχ ὁρῶμεν δέ τι πλέον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσειν γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστὶν ὁ κέν.

581. ἀσπίδα μὲν πρόσθʼ ἔσχετο] φησὶν Ἡρακλέων ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλὼν, φησὶ, τὸ θωράκιον ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ἵνα ἐπʼ αὐτὸν τραπῇ.

582. τιτύσκετο] κατεστοχάζετο.

583. περισπῶμεν τὸν ἤ σύνδεσμον, ἠθικὸν καὶ ἐρωτηματικὸν ὄντα.

[*](7. Πορφυρίου] om.)
279

588. σὺ δʼ ἐνθάδε] ἡ πεπρωμένη σοι, φησὶν, ἐνθάδε τελευτηθή- σεται, καὶ παρʼ ἡμῶν ἀναιρεθήσῃ.

589. ἔκπαγλος] προπετὴς, θρασύς.

591. κνήμην] τὴν κνημῖδα.

598. ἡσύχιον] λάθρα, κρυφῆ καὶ ἀθορύβως.

602. πυροφόρου] εὐθέτου πρὸς ἄροσιν.

604. τυτθὸν ὑπεκπροθέοντα] θνητὴν γὰρ ἐμιμεῖτο ταχυτῆτα, καταλιμπάνων ἐλπίδα τῷ διώκοντι.

605. ὑποστικτέον εἰς τὸ οἷσιν· ἡ γὰρ ἀνταπόδοσις, ἕως ὁ τόν, τόφρʼ ἄλλοι Τρῶες.

606. πεφοβημένοι ἦλθον ὁμίλῳ] ὑπὸ τῶν Ἑλλήνων διωκόμενοι. ἀλλὰ διὰ τὸ τὸν λόγον εἶναι περὶ τῆς Ἀχιλλέως ἀριστείας, παραι- τεῖται καὶ ἄλλους εἰσάγειν ἀριστεύοντας.

ὡς ειχε ποδῶν ἕκαστος ἐσώζετο, μὴ μεμνημένος τῶν συμμάχων, ἀλλὰ τὸ καθʼ ἑαυτὸν σκοπῶν.