Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πεφυζότες] καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτως καλεῖ. ἔστιν οὖν ἀντὶ τοῦ δεδειλιακότες· καὶ ἔστιν ὅμοιον τῷ “τίπτʼ αὔτως ἔστητε τεθηπότες ἠΰτε νεβροί” (Il. 4, 243). ἔστιν οὖν φύζα φύζῶ. ὡς κίσσα κισσῶ· καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυζώς.

νεβροί] νεβροὶ οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νεόποροι, οἱ μηδέπω δυνάμενοι πορεύεσθαι. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νεβροί.

2. ἱδρῶ ἀπεψύχοντο] ἀντὶ τοῦ τὸν ἱδρῶτα τῷ ἀνέμῳ ἀνεψύχοντο καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος ἀνεψύχοντο γράφει. χαριέ- στερον δὲ τὸ ἀπεψύχοντο.

ἀκέοντο] ἀκεῖσθαι κυρίως τὸ τὸ ἄχος ἰᾶσθαι· ὅθεν Φρύγες ἀκεστήν τὸν ἰατρὸν, καὶ Ἀθηναῖοι ἀκέστριαν.

δίψαν] δίψα Ἰωνικῶς, δίψος δὲ Ἀττικῶς.

3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν] ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπε- ρειδόμενοι ταῖς ἐπάλξεσιν, διὰ τὸν κόπον, ὡς Αὐτόχθων καὶ Ἐπαφρό- διτος διὰ τὸν κόπονʼ χαρίεν γὰρ τὸ μὴ ἀναχωρεῖν ἀπὸ τοῦ τείχους [*](18. τίπτʼ αὔτως] *τίφθʼ οὕτως 28. ἀκέστριαν] τὴν ἠπήτριαν addit Townl. 22. νεόποροι] * νήπορα Valcken. Opusc. vol. 2 p. 64.)

280
εἰσδραμόντας εἰς τὴν πόλιν. ἐπάλξεσιν δὲ ἀπὸ μέρους τῷ παντὶ τείχει.

*Πορφυρίου. ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παρʼ Ὁμήρῳ τὴν περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπʼ αὐτῆς ῥήματα· “ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότει ἠΰτε νεβροὶ κεκλιμένοι καλῇσιν ἐπάλξεσιν” (1—4)· λέγει γὰρ, περιεχόμενοι τῷ τείχει οἱ Τρῶες, οἱ δʼ Ἄχαιοὶ τὰ σάκη τοῖς ὤμοις περιέχοντες. οὕτω λύσεις καὶ τὸ “οἱ δʼ ἐπὶ ῥηγμῖνι θαλάσσης κεκλίατο” (Il. 16, 67)· λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Τρώων ἐπὶ ῥηγμῖνι θαλάσσης συνηλάθησαν. καὶ τὸ “ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω” (Il. 5, 356) δηλοῖ περιείχετο. καὶ τὸ “κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο” (Od. 13, 235) ἀντὶ τοῦ κεῖται περιεχομένη. καὶ πάλιν “δʼ ἐν, Ὕλῃ ναίεσκε, μέγα πλούτοιο μεμηλὼς, λίμνῃ κεκλιμένος” (Il. 5, 708) δηλοῖ περιεχόμενος. καὶ “ἀσπίσι κεκλιμένοι” (Il. 3, 135) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀσπίδων. ἀπὸ τοῦ κλείω δὲ γέγονεν· τὸ γὰρ ἀποκλεισθὲν περιέχεται· καὶ τὸ “ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα” (Il. 15, 739) ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.

6. ἐν ἀριστερῷ τοῦ τείχους αἱ πύλαι ἔκειντο, αἳ ἐκαλοῦντο Δαρ- δανίαι.

11. ἤ νύ τοι] ἆρα, φησὶν, οὐ κεκόπωσαι διώκων τοὺς Τρῶας; τὸ δὲ ἐφόβησας, εἰς φυγὴν ἔτρεψας.

12. οἱ δή τοι] ἐκεῖνοι, φησὶ, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν συνεστράφησαν.

13. οὔτι μόρσιμός εἰμι] οὐκ εἰμὶ, φησὶ, φονεύσιμος. οἷον οὐχ ὑπόκειμαι μοίρᾳ, ὡς Ἕκτωρ ὃν ἤλπισας διώκειν.

15. ἔβλαψάς μʼ ἑκάεργε] στοχάζεται ἢ ἀπὸ τοῦ “μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων” (Il. 16, 94). ἢ ὅτι καὶ ἀπὸ Αἰνείου γινώσκει ὅτι αὐτός ἐστιν ὁ ἐμποδίζων, παρὰ Ποσειδῶνος μαθών (Il. 20, 330). ὀλοώτατε δὲ ὀλέθρου παρασκευαστικὲ, δηλονότι ἐμοί τινὲς δὲ δολοώτατε, διὰ τὸ “δόλῳ γὰρ ἔθελγεν Ἀπόλλωνʼ (Il. 21, 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρημένος ἑταίρου καὶ νίκης.

20. ἦ σʼ ἂν τισαίμην] ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος δὲ ὁ μὴ καταπτησσόμενος τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ θάρσους ἀπειλῶν θεῷ.

[*](3. *Πορφυρίου] om.)
281

22. ἀεθλοφόρος] νικητής. πρὸς τὸ τάχος δὲ καὶ τὸ σοβαρόν. καὶ μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν φησὶν ἁμιλλώμενον ὀχήματι.

23. θέῃσι πεδίοιο ἀντὶ τοῦ διὰ τοῦ πεδίου.

24. λαιψηρά] ἀντὶ τοῦ λαιψηρῶς ἤτοι λίαν ταχέως.

25. τὸν δʼ ὁ γέρων Πρίαμος] ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραι- ρεῖται τὴν ἀμβλυωπίαν τοῦ γήρως. ἄλλως τε προτρέχει τῶν αἰσθή- σέων ὁ νοῦς· καὶ “νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει.”

26. πάλιν διὰ πεδίου.

27. εἶσι] ἐξέρχεται καὶ ἄνεισιν. ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· τότε γὰρ ἡ τοῦ κυνὸς ἐπιτολὴ γίνεται.

28. ἄστρασιν] κατὰ μεταπλασμὸν γίνεται ὡς τὸ πρόβασι καὶ ἔγκασιν.

29. κύνʼ Ὠρίωνος] τὸν ἀστρῷον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τὸν κατηστερισμένον κύνα οὐκ Ὠρίωνος, ἀλλʼ Ἠριγόνης ὑπάρχειν, ὃν καταστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθη- ναῖος, ἔσχε δὲ θυγατέρα μονογενῆ Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε τὸν Διόνυσον ὁ Ἰκάριος ἔλαβεν ἀπʼ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν γῆν, προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς πόλεως βουκόλοις οἶνον παρέσχεν· τῶν δὲ ἀθρόως ἐμφορησαμένων οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν, οἱ δὲ περιλειπόμενοι, θανάσιμον νομίσαντες εἶναι τό πόμα, πλήσσοντες ἐφόνευσαν τὸν Ἰκάριον. μεθʼ ἡμέραν δὲ νηψάντων αὐτῶν, καταγνόντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην δι’ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γεγονότα· ἡ δὲ μαθοῦσα τἀληθὲς ἑαυτὴν ἀνήρτησε. νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἰκάριον καὶ τὴν Ἠριγόνην ἐνιαυσιαίαις τιμαῖς ἐγέραιρον. ὧν καὶ καταστερισθέντων, Ἰκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος· ὁ δὲ κύων τὴν ἑαυτοῦ ὀνομασίαν ἔσχεν. ἱστορεῖ Ἐρατοσθένης ἐν τοῖς ἑαυτοῦ καταλόγοις.

32. χαλκὸς ἔλαμπε] ἔδει χρυσὸς ἔλαμπεν ἀπὸ κρείσσονος καὶ [*](2. * κέλητα] κέλημα 19. *περιῄει] προῄει 8. νοῦς—] Epicharmi verba. 21. * ἐκτὸς] ἐντὸς 14. τὸν ἀστρῷον—] De hoc scho- 24. μεθʼ ἡμέραν Valcken. p. 67] lio v. Valcken. p. 67— 70. μεθημέρας *οὕτως] οὗτος 26. *ὠρυγμοῦ] ὁρυγμοῦ)

282
λαμπροτέρου. συμφωνεῖ γοῦν τοῦτο τῷ περὶ τὴν ἐπιφάνειαν τῆς ἀσπίδος εἶναι τὴν χαλκῆν πτυχήν.

34. ὑψόσʼ ἀνασχόμενος] πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας, οὕτω κόπτει τὴν κεφαλήν.

36. Ἀχιλῆϊ μάχεσθαι] ἄξιον ζητήσεως πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκτορι. ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλλωνα. Μεγακλείδης δέ φησι ταῦτα πάντα πλάσματα εἶναι.