Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

38. ἐς δὲ Τρῶας Ἄρης] ὁ μὲν Ἄρης ἁρπαγῆς καὶ βίας δεσπόζει ὡς οἱ Τρῶες, ὁ δὲ Φοῖβος καὶ Ἄρτεμις χορῶν δεσπόζουσι καὶ παιγνίων· καὶ οἱ Τρῶες δὲ “χοροιτυπίῃσιν ἄριστοι” (ib. 261)· ἅμα δὲ ὅτι καὶ τοξόται εἰσὶ τοῖς Τρωσὶν ὁμοίως. Λητὼ δὲ, ὅτι ἐπιλήσμονες ἐξ ἀφροτύνης ἦσαν. ὁ δὲ Ξάνθος, ὅτι δίκην ὕδατος πρὸς τὰς αἰσχρότητας ἐφέροντο. τι δὲ πορνικοὶ καὶ θηλυδρίαι, καὶ ἡ Ἀφροδίτη συνέπεται. ὁ μέντοι Αιδης οὐ βοηθεῖ, ὅτι ἀπωλείαις ἥδεται, ὁ Ἥλιος, ὅτι πάντας ἂν ὁμοίως ἔβλαψε σκοτοποιῶν. Δημή- τηρ δὲ καὶ Διόνυσος καρποφόροι ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς.

39. ἀκερσεκόμης] ἐπεὶ κουροτρόφος· ἐπὶ δὲ τοῖς πένθεσιν ἐκεί- ροντο. δηλοῖ τοίνυν τὸν ᾧ εὔχοντο ἀπενθεῖς τηρεῖσθαι.

*ἢ ἀκερσεκόμης ὁ μὴ κειρόμενος τὴν κόμην, ἀλλ᾿ ἀεὶ κομῶν, διὰ τὰς ἀκτῖνας· ἴσος γὰρ ἡλίῳ ὁ Ἀπόλλων.

48. λαοσσόος] πῶς λαοσσόον τὴν Ἔριν προσηγόρευσεν: οὐ γὰρ σώζουσα φαίνεται, ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι ἔριν νῦν τὴν τῶν Ἑλληνικῶν καὶ Τρωῖκῶν θεῶν φιλονεικίαν φησίν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγένετο τῶν ἀνδρῶν. [*](4. τοῦ υ] *τοῦ υ. οἱ δὲ τραγικοὶ τὸν λόγον. ἀλλὰ καὶ τετράγωνον αὑτὸν τὸν καταχθόνιον. ἐπει οὖν μετὰ λόγου ποιοῦσι διὰ τὴν στερεότητα τοῦ ἀλη- ποιοῦνται τήν μάχην οἱ Ἕλληνες, βοηθεῖ θοῦς λόγου. λέγουσι δὲ αὐτὸν καὶ αὐτοῖς. ἄμα δὲ καὶ διὰ Κυλλή . . . κέρδους αἴτιον καὶ τῶν ἐμπορίων ἔφορον. 6. Post hoc scholion sequitur ὅθεν καὶ τὸ ἄγαλμα αὐτοῦ ἱστῶσι in B excerptum ex Suida (s. v. βαστάζοντα μάρσιπον. ἀλλὰ καὶ οἱ Ἑρμείας) * τοῦτον Διὸς λέγουσιν υἱὸν Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάττουσιν εἶναι καὶ Μαίας, οἷον τοῦ νοῦ καὶ τῆς ἐπιφέροντας βαλάντια ὡς τοῦ χρυσοῦ φρονήσεως· ἐκ νοῦ γὰρ καὶ φρονήσεως συμβόλου ὄντος δυναστείας, οἱ δὲ ὁ λόγος γεννᾶται. διὰ τοῦτο καὶ πτε- Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάτ- ρωτὸν αὐτὸν ποιοῦσιν ὡς ταχύν. οὐδὲυ τουσιν ὡς τοῖς ὅπλοις ὑποταττομένων γὰρ λόγου ταχύτερον. καὶ Ὅμηρος τῶν ἀνθρώπων. ἔπεα πτερόεντα. πάντων δὲ νεώτατον 16. * δῃοῦντι] διὰ αὐτὸν ἐργάζονται διὰ τὸ μὴ γηράσκειν)

230
ἢ τὸ λαοσσόος δηλοῖ τὴν τὸν λαὸν σεύουσαν καὶ παρορμῶσαν δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι.

52. ἀκροτάτης πόλιος] ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε τὸ ἄκρον αὐτῆς, ἀντὶ τοῦ ἄκρης ἀκροτάτης εἰπών. ἐξ ὕψους δὲ βοᾷ, πάντα τὸν τόπον πληρῶν τῆς βοῆς.

53. θεῶν ἐπὶ Καλλικολώνῃ] Δημήτριος ὁ Σκήψιος λόφον εἶναί φησι μεταξὺ Ἰλιέων καὶ Σιμοῦντος, ὃς ἀπέχει κατὰ διάμετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ στάδια δέκα. θεοῖς δὲ αὐτὴν ἀνατίθησιν ὡς πλήθουσαν λιβάσι καὶ λειμῶσι. τὸ δὲ θεῶν καὶ θέων δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸν ἐπειγόμενον.

57. αὐτὰρ ἔνερθε] κάτωθεν· ἐνοσίχθων γάρ ἐστιν.

58. * ἀπειρεσίην] τὴν πέρας μὴ ἔχουσαν, διὰ τὸ σφαιροειδῆ εἶναι.

59. πολυπίδακος] πῖδαξ παρὰ τὸ ἰδῶ τὸ ἱδρῶ· ἱδρῶτα γὰρ τῆς γῆς οἱ φυσικοὶ τὰς πηγὰς λέγουσιν· ἢ ἐκ τοῦ πίνω πῖναξ πῖδαξ.

61. ἄναξ ἐνέρων Ἀϊδωνεύς] εἰ ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώπους συμβῆναι διάθεσιν; οὐ παρατάσ- σει δὲ Ἅιδην· ἀπωλείαις γὰρ ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐτὸν καλεῖ.

67. *διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλη σιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν, Ἥφαιστος, Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης, Ἀπόλλων, Ἄρτεμις, Λητὼ, Σκάμανδρος, Ἀφροδίτη: ῥητέον οὖν ὅτι Ἥρα μὲν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον· ἢ ὅτι ἐν τῷ Ἀργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητὴς “Ἥρη τ᾿ Ἀργείη·᾿” ἢ ὅτι ὡς τὸ Ἄργὸς, οὕτως ἦν οἰκεία αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ, ἐπεὶ οἱ πλείους τῶν Ἕλλήνων νησιῶταί εἰσιν, καὶ διὰ τὸ ὀργίζεσθαι μὲν Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ Λητοῖ, ἤτοι ὁ λόγος τῇ λήθῃ ἢ ὅτι ἐξ Ἀρκαδίας, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῶν διαφορῶν [*](8. Ἰλιέων] ἡλιέων hic et infra. editio Romana. 20. διὰ τί δὲ—] δὲ particula re- προῄρηνται Bekk.] προείρηνται fertur ad praecedentem scholii 22. *Ἄρης] om. partem, qua caret B, sed quam 23. * ὅτι] om. servarunt A vol. 2 p. 195, 9 et)

231
Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ· προστάτης δὲ τῶν κηρύκων ὁ Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην, ὅτι ἐμοίχευσε τὴν γυναῖκα αὐτοῦ Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων· φιλοπόλεμος γὰρ ὁ θεὸς, πολέμου φίλοι καὶ οἱ Τρῶες. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον· τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ ὅτι κιθα- ριστὴς καὶ εὔμορφος, ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαρι- ζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάν- θος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν αὕτη ἀνθίσταται τῷ πολέμῳ· καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.

*τοῦ ἀσυμφόρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγος, ὁμοίως δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ γὰρ πρέποντας τοὺς ὑπὲρ τῶν θεῶν μύθους φησίν. πρὸς δὲ τὴν τοιαύτην ἐπίλυσιν οἱ μὲν ἀπὸ τῆς λέξεως κατη- γοροῦντες, ἀλληγορίᾳ πάντα εἰρῆσθαι νομίζοντες ὑπὲρ τῆς τῶν στοι- χείων φύσεως, οἷον ταῖς ἐναντιώσεσι τῶν θεῶν· καὶ γάρ φασι τὸ ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεσθαι καὶ τὸ κοῦφον τῷ βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ σβεστικὸν εἶναι τοῦ πυρὸς, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ πᾶσι στοιχείοις ἐξ ὧν τὸ πᾶν συνέστηκεν, ὑπάρχει ἡ ἐναντίωσις, καὶ κατὰ μέρος μὲν ἐπιδέχεσθαι φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίως· μάχας δὲ διατίθεσθαι αὐτὸν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἥφαι- στον, τὸ δὲ ὕδωρ Ποσειδῶνα καὶ Σκάμανδρον, τὴν δ᾿ αὖ σελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν, καὶ τὰ λοιπὰ ὁμοίως. ἔσθ᾿ ὅτε καὶ ταῖς διαθέσεσιν ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήσει τὴν Ἀθηνᾶν, τῇ δ᾿ ἀφροσύνῃ τὸν Ἄρεα, τῇ δ᾿ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ δὲ τὸν Ἑρμῆν, καὶ προσοικειοῦσι τούτοις. οὗτος μὲν οὖν τρόπος ἀπολογίας ἀρχαῖος ὢν πάνυ καὶ ἀπὸ Θεαγένους τοῦ Ῥηγίνου, ὃς πρῶτος ἔγραψε περὶ Ὁμήρου, τοιοῦτός ἐστιν ἀπὸ τῆς λέξεως. ἔνιοι δὲ ἀπὸ ἔθους ἀπολογοῦνται· συγκεχώρηνται γὰρ ὑπὸ τῶν πόλεων καὶ τῶν νομοθετῶν τοιαῦτα περὶ θεῶν μὴ μόνον ᾄδειν ἐν ποιήσεσιν, ἀλλὰ καὶ τοῖς μυστηρίοις παραδιδόναι, ἔν τε ἱεροῖς ἀναθήμασι, καὶ ἔτι σύμφωνα τοῖς μύθοις κατασκευάζειν, καὶ τὸν πέπλον ἀνάγειν ἐνυ- [*](4. *παρέστη] προέστη 10. αὕτη ἀνθίσταται] *αὐτήν ἀνθί- 5. πολέμου φίλοι] * φιλοπόλεμοι δὲ στανται *ὁ δὲ Ἄπόλλων—οἱ Τρῶες] om.)

232
φασμένον τῆς γιγαντομαχίας. οἱ δ᾿ ἀπὸ τοῦ καιροῦ τοῦτο κατὰ τὴν Ἑλλάδα παραμυθοῦνται. βασιλευομένης γὰρ τότε τῆς Ἑλλάδος καὶ κοινῇ καὶ κατὰ πόλεις, τὸ τῶν βασιλέων γένος αὔξοντας ποιεῖ, ἀπὸ τοῦ ὡς ἂν μὴ παντάπασιν πόρρω εἶναι δοκῇ ἡ ἀνθρωπίνη φύσις τῆς θείας· ὑποπλάττει δὲ καὶ περὶ θεῶν ὁποῖα περὶ ἀνθρώπων ὁρῶμεν φάσκοντας. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀσυμφόρῳ ταράττον καὶ τῷ ἀπρεπεῖ τοιοῦτόν ἐστι· τὰ δ᾿ ἐπὶ μέρους δίιμεν, ὡς μὲν ἀσύμφορα ταῦτα κατηγορεῖται.

*φρικώδης καὶ χαλεπὸς ἀνίσταται ἐφ᾿ Ὁμήρῳ τῶν συκοφαντούν- των φθόνος ὑπὲρ τῆς θεομαχίας· οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ παῤ αὐτῷ συνέρρωγεν, ἀλλ᾿ οὐράνιοι ταραχαὶ καὶ στάσεις τὸ θεῖον ἐπινέμονται· “ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατο Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δ᾿ Ἐνυα- λίοιο θεὰ γλαυκῶπις Ἀθήνη, Ἥρη δ᾿ ἀντέστη χρυσηλάκατος κελα- δεινὴ—βαθυδίνης.” οὐκέτι ταῦθ᾿ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος, οὐδ᾿ Ἀχιλλεὺς πρὸς Ἕκτορα καὶ μετὰ Πατρόκλου Σαρπηδών· ἀλλὰ τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοθετήσας Ὅμηρος οὐδ᾿ ἄχρι μελ- λήσεως τὸ κακὸν ὥλισεν, ἀλλ᾿ ὁμόσε τοῖς θεοῖς συνέρραψεν ἀλλή- λους· ἑπτὰ μὲν γὰρ Ἄρης ἐπέσχε πέλεθρα πεσὼν, ἐκόνισε δὲ χαίτας· μετὰ δὲ ταῦτα Ἀφροδίτης λύτο γούνατα καὶ φίλον ἦτορ· Ἄρτεμις δὲ καὶ προσεξυβρίσθη, τοῖς ἰδίοις τόξοις ὡς νηπία κόρη σωφρονισθεῖσα· Ξάνθος δὲ παῤ ὀλίγον ὁ ποταμὸς ἐρρύη διὰ Ἥφαι- στον. ὅμως δ᾿ οὖν ταῦτα πάντα κατ᾿ ἀρχὴν μὲν οὐδ᾿ ὅλως σφόδρα πείθειν δύνανται τοὺς πολλούς· εἰ δὲ θελήσει τις ἐνδότερον καταβὰς τῶν Ὁμηρικῶν ὀργίων ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπι- γνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας. ἐνίοις μὲν οὖν ἀρέσκει λέγειν τὴν τῶν ἑπτὰ πλανητῶν ἀστέρων ἐν ἑνὶ ζῳδίῳ σύνοδον ὑφ᾿ Ὁμήρου διὰ τούτων δὴ λεχθεῖσαν· φθορὰ δὲ παντελὴς, ὅταν τοῦτο γένηται. σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίτ- τεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἥν φαμεν εἶναι σελήνην, τόν τε τῆς Ἀφροδίτης καὶ Ἄρεως, ἔτι δὲ [*](4. δοκῆ] δοκεῖν Vill. τοὺς θεοὺς συνέρραξεν ἀλλήλοις Bek- 7. ἀσύμφορα (ἀσυμφ B)] ἀσυμ- kerus. φόρως ViII. 21. προσεξυβρίσθη Vill.] προσ- 17. μελλήσεως] μελήσεως εξύβ 18. τοῖς θεοῖς συνέρραψεν ἀλλήλους] 30. Ἀπόλλωνα] ἀπολλ᾿)

233
Ἑρμοῦ καὶ Διὸς ἀστέρα. ταύτην μὲν οὖν πιθανωτάτην μᾶλλον ἢ ἀληθείας ἐχομένην τὴν ἀλληγορίαν ἄχρι τοῦ μὴ δοκεῖν ἀγνοεῖν παρει- λήφαμεν· ἃ δ᾿ ἐστὶν ἐναργέστερα καὶ τῆς Ὁμήρου σοφίας ἐχόμενα, ταῦτα δὴ σκοπεῖν ἀναγκαῖον. ἀντέταξε γοῦν κακίας μὲν ἀρεταῖς, ταῖς δὲ μαχομέναις φύσεσι τὰς ἀντιπάλους. αὐτίκα τῶν θεῶν ἡ ζεῦξις οὕτω πεφιλοσόφηται. ἄρχουσι τῆς μάχης Ἀθηνᾶ καὶ Ἄρης. τουτέστιν ἀφροσύνη καὶ φρόνησις· ὁ μὲν γὰρ, ὥσπερ ἔφην, μαινό- μενός ἐστιν (“τυκτὸν κακὸν, ἀλλοπρόσαλλον”) ἡ δ᾿ ἐν πᾶσι θεοῖς “μήτι τε κλέεται καὶ κέρδεσιν.” ἀδιάλλακτος μὴν ἔχθρα τοῖς τὰ βέλτιστα διευκρινοῦσι λογισμοῖς πρὸς τὴν οὐδὲν ὁρῶσαν ἀφροσύνην· ὡς δὲ μάλιστα τὸν βίον ὀνήσειν ἔμελλεν, οὕτω διηυκρίνησε τὰ τῆς μάχης· οὐ γὰρ ἡ μεμηνυῖα καὶ παραπλὴξ ἀναισθησία τῆς συνέ- σεως γέγονε κρείσσων, ἐνίκησε δὲ Ἀθηνᾶ τὸν Ἄρην καὶ κατὰ τῆς γῆς ἐξέτεινεν, ἐπειδήπερ ἅπασα κακία χαμαιπετὴς καὶ ἐν τοῖς ταπεινοτέ- ροις ἔρριπται βάθροις, πατούμενον νόσημα καὶ πρὸς πᾶσαν ὕβριν ὑποκείμενον. ἀμέλει συνεξέτεινεν αὐτῷ τὴν Ἀφροδίτην, τουτέστι τὴν ἀκολασίαν· τὼ μὲν γὰρ ἄμφω κεῖτο ἐπὶ χθονὶ πουλυβοτείρῃ συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα νοσήματα. Λητοῖ δ᾿ ἀντέστη Ἑρμῆς, ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν ἄγγελός ἐστι τῶν ἔνδον ἐν ἡμῖν παθῶν· λόγῳ δὲ παντὶ μάχεται Λητῶ, οἱονεὶ ληθώ τις οὖσα καθ᾿ ἑνὸς στοιχείου μετάθεσιν· τὸ γὰρ ἀμνημονούμενον οὐκέτι ἀγ- γελθῆναι δύναται, διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύνην ἱστοροῦσι, τὰς προστάτιδας λόγου θεὰς ὑπὸ μνήμης γεγεννῆσθαι λέγοντες. εἰκότως οὖν τὴν λήθην πρὸς ἀντίπαλον ἅμιλλαν ἐξωρμηκέναι. δικαίως δ᾿ ὑπεῖξεν αὐτῇ· λόγου γὰρ ἧττα λήθη, καὶ τὸ φανερὸν ὑπ᾿ ἀμνηστίας ἐν κωφῇ νενίκηται σιωπῇ. τῶν γε μὴν ὑπολειπομένων θεῶν ἡ μάχη φυσικωτέρα. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατ᾿ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα.” ὕδατι πῦρ ἀντέθηκεν, τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύσας, τὴν δ᾿ ὑγρὰν φύσιν Ποσει- δῶνα. τούτων δ᾿ ἑκάτερον ὡς ἐναντίαν ἔχον δύναμιν τί δεῖ καὶ λέγειν, φθαρτικὰ γὰρ κατ᾿ ἐπικράτειαν θάτερον θατέρου. καὶ μὴν ὑπὸ λεπτῆς τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύειν ἔστιν ἀμφοῖν τὴν μάχην, ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν, καὶ μάλιστα τὴν ἁλμυράν· λεληθότως γὰρ ἀπὸ τῆς γῆς τὸ δίυγρον ἀνασπῶν τῆς [*](4. ἀντέταξε] ἀντέτ 6. ἄρχουσι addidit Bekkerus. 19. ἄγγελος Bekkerus] ἀργός)
234
ἀτμίδος τούτῳ μάλιστα τὴν πυρώδη φύσιν αὔξει. χαλεπὸν δ᾿ ἦν τῷ τρέφοντι τὸ τρεφόμενον ἀνθεστάναι· διὰ τοῦθ᾿ ὑπεῖξαν ἀλλήλοις, “Ἥρῃ δ᾿ ἀντέστη χρνσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα.” οὐδὲ τοῦτ᾿ ἀλόγως εἰσήγαγεν Ὅμηρος, ἀλλ᾿ ὥσπερ ἔφην, Ἥρα μέν ἐστιν ὁ ἀὴρ, τὴν δὲ σελήνην Ἄρτεμιν ὀνομάζει. πᾶν δὲ τὸ τεμνό- μενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι διὰ τοῦτ᾿ ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑπο- σημαίνων. εἰκότως δὲ ταχέως νενικῆσθαι τὴν σελήνην, ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς καὶ πάντη κεχυμένος, ἡ δ᾿ ἐλάττων καὶ συνεχῶς ὑπὸ τῶν ἀερίων παθῶν ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι, τοῦτο δ᾿ ἀχλύϊ καὶ ταῖς ὑποτρεχούσαις νεφέλαις. διὰ τοῦτο τῆς νίκης καὶ τὰ βρα- βεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν. “ἄντα δ᾿ ἄῤ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης.” ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας ἡμῖν νῦν μεταβέβηκεν ἐπὶ τὸ θνητὸν πῦρ, καὶ τοῦτο ἀνθώπλισε τῷ ποταμῷ, τὴν διάφορον ἑκατέρῳ φύσιν εἰς μάχην παροτρύνας. πρότερον μὲν οὖν εἴκοντα τὸν ἥλιον παρεισάγει Ποσει- δῶνι, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνα- τώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. τίς οὖν οὕτω μέμηνεν ὡς θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῶς ταῦτα δι᾿ ἀλληγορίας θεολογήσαντος;

68. Ἀπόλλων] λοιμῶν αἴτιος ὁ Ἀπόλλων, τοῦ περιγείου μέρους σὺν Ἀρτέμιδι δεσπότης ὢν, ὑγείας δὲ Ποσειδῶν, διὰ τῶν πνοῶν ἀπο- καθαίρων πάντα. χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦντι παρὰ τὸ δέον Τρωσίν. ὅσον δὲ κακὸν ἡ στάσις, ὅτε καὶ πρεσβυτέροις νέους ἀντι- τάσσει.

69. Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ ἕτερος θεός.

Ἀθήνη] φρόνησίς ἐστι, διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις· ὁ δὲ Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν. Ἐνυάλιος δὲ παρὰ τὸ αὔειν, ὅ ἐστι φωνεῖν, ἢ παρὰ τὸ ἕνω, ὅθεν καὶ αὐθέντης.

70. ὁ μὲν συναπτόμενος τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστιν, διὸ καὶ τελεία καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα, ὁ δὲ περίγειος ἀὴρ Ἀρτέ- μιδ ἀνάκειται· “ἐπεί σε λέοντα γυναιξὶν Ζεὺς ἔθηκεν.” ἡ μὲν γὰρ Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀὴρ ἡλίῳ καὶ αἰθέρι καθαρῶς κιρνά-

235
μενος· καὶ ὁ μὲν μόναις γυναιξὶ καὶ τοῖς ἀσθενέσι καὶ λευκοτέροις σώμασι βοηθεῖ, ἡ δὲ Ἤρα πᾶσι καὶ ζῴοις καὶ φυτοῖς. τὸ δὲ ἀν- τέστη τινὲς ἄντα ἔστη· οὐδέποτε δὲ τὸ ἄντα πτώσει ἑτέρᾳ ἢ γενικῇ συνάπτεται· “ἄντα δ᾿ Ἐνυαλίοιο.”

72. παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. ἀνθίσταται δὲ, ὡς ἔθος, τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη καὶ ἀλογία.

74. ὃν Ξάνθον καλέουσι] τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί· καλεῖται δὲ Ξάνθος, ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. ἐνταῦθα δὲ μόνον τὴν διωνυμίαν ἐπισημαίνεται.

*Σκάμανδρον] φασὶ τὸν Ἡρακλέα δίψει ποτὲ κατασχεθέντα εὔ. ξασθαι τῷ Διὶ πατρὶ ἐπιδεῖξαι αὐτῷ μικρὰν λιβάδα· ὁ δὲ μὴ θέλων αὐτὸν κατατρύχεσθαι, ῥίψας κεραυνὸν ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς καὶ σκάψας εἰς τὸ πλουσιώτερον ἐποίησε φέρεσθαι. καὶ διὰ τοῦτο ἐκλήθη Σκάμανδρος, διὰ τὸ ἐσκάφθαι ὑπὸ τοῦ ἀνδρὸς, ἢ διὰ τὸ καμάτου καὶ κόπου παραίτιον γενέσθαι τῷ ἀνδρί.

75. αὐτὰρ Ἀχιλλεύς] ἐφαμίλλους θεοῖς δείκνυσι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν.

76. Ἕκτορος ἄντα] εἰς τὴν καθ᾿ Ἕκτορος ἐναντίαν μάχην. μάλιστά ἑ] μάλιστα αὐτόν.