Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. ἀμφὶ σὲ, Πηλέος υἱέ] ὅτι πάσης τῆς στρατείας ἡγεμὼν αὐτὸς ἐγένετο καὶ αὐτῶν τῶν ἡγεμόνων. ὀρθοτονητέον δὲ τὴν ἀντω- νυμίαν διὰ τὴν πρόθεσιν. προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωϊκοῖς μὲν προσώποις πέντε, Ἀχιλλεῖ Μελανίππῳ Πατρόκλῳ Εὐμαίῳ Μενε- λάῳ, θεῶν δὲ Ἀπόλλωνι· “ἀμφὶ σὲ ἤϊε Φοῖβε” (152).

[*](5. τὸ αὐδήεντα—ὡς ἄνθρωπος] Est 15— 279, 9. le quo dixit Rosius prior pars scholii Porphyriani, in Aristotele pseudepigrapho p. cuius pars altera servata est in 171, 172. scholiis Odysseae ad 5, 334 p. 278,)
227

εἰ μὲν πληθυντικῶς εἴπωμεν, ἡ στιγμὴ εἰς τὸ υἱέ· εἰ δὲ ἑνικῶς, ἐπὶ Ἀχιλλέως, διαστολὴ εἰς τὸ ἀκόρητον.

3. * θρωσμῷ πεδίοιο] ὑψηλῷ τόπῳ, ὅθεν ἔστι καταθορεῖν καὶ πη- δῆσαι. γίνεται δὲ ἐκ τοῦ θορῶ θρῶ. ἔνθα καὶ τὰς θεὰς κριθῆναι λέγουσι περὶ κάλλους.

4. πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται· ὅταν δὲ μεῖζόν δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει· νῦν δὲ, ὡς νομιμωτάτης ἐσομένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι, πρὸς τὴν σύγκλησιν τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι, ἀλλ᾿ ὅτι καὶ τὰς τῶν “ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει” (Od. 2, 69), διὰ τὸ κατὰ νόμους ἐγχειρεῖν τοῖς πρακτέοις. τὸ δὲ Θέμιστα Ἀττικῶς ἀντὶ τοῦ Θέμιστι. μεγαλοφυὴς δὲ ἡ ἔξοδος Ἀχιλλέως, ὅπου γε ἐκκλησία θεῶν δι᾿ αὐτὸν γίνεται καὶ θεομαχία.

5. κρατὸς ἄπ᾿ Οὐλύμποιο] ἐκεῖσε γὰρ ὁ οἶκὸς τοῦ Διὸς, καἰ αὐτόθεν αὐτὴν παρακελεύεται εἰς τοῦτο. πολυπτύχου δὲ πολλὰς ἀνακλίσεις ἔχοντος· ἢ ἰσχυροῦ, ἀπὸ τῶν πολυπτύχων ἀσπίδων.

7. οὔτε τις οὖν ποταμῶν ἀπέην] τὴν γῆν παρῆκε, μὴ διορισάμενος εἴτε παραγέγονεν εἴτε καὶ οὔ. τάχα οὖν ὡς ὡμολογημένον αὐτὸ παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ Ὠκεανοῦ καὶ τὴν γῆν μένειν· περὶ γὰρ ταύτην τὸ ὕδωρ. οὐκ ἔδει δὲ τῶν ἐξ αὐτῶν κινουμένων καὶ ταῦτα κινεῖσθαι· ὡς γὰρ πρόγονοι πάντων ἀκίνητοι μένουσιν. * ἢ ἵνα μὴ κωλύῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης πρεσβύτης ὤν.

8. * αἵ τ᾿ ἄλσεα καλὰ νέμονται] αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι ἀλσηΐδες καλοῦνται, αἱ δὲ ἐπὶ τῶν δένδρων ἁμαδρυάδες, αἱ δὲ τὰ νάματα τῶν ὑδάτων ναΐδες καὶ ὑδριάδες. αἱ δὲ ἐπὶ τῶν βοσκημάτων ἐπιμηλίδες, αἱ δὲ ἐπὶ τῶν ὀρῶν ὀρειάδες, καὶ ὅσαι ταύταις ὅμοιαι. ὁμοίως δὲ καὶ αἱ ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι. πείσεα δὲ τὰ βοτανώδη καὶ ὑδρηλὰ χωρία· ὅθεν ἔστι πεῖσαι ἤγουν ποτίσαι.

πίω πίσω πεῖσος, πλεονασμῷ τοῦ ε, ὡς μύω μύσω μύσος· τοῖς γὰρ μιαιφόνοις οὐκ ἐξῆν προσβλέπειν τινί.

11. αἴθουσαί εἰσι τόποι πρόστωοι, ὑφ᾿ ἡλίου καταλαμπόμενοι.

13. ἐπεὶ πρότερον ἐξελαθῆναί φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ [*](7. * δέη] δέοι cundae. 9. * σύγκλησιν] σύγκλητον 28. πείσεα—ποτίσαι] Haec alio 22. ἤ —ὤν] Scholion manus se- atramento scripta.)

228
Διὸς, ὥσπερ τι παράδοξον εἰσάγει ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως, ἀλλὰ πειθαρχῶν φαίνεται, καὶ οὐ μόνον συνῆλθεν, ἀλλὰ καὶ τοῦ λέγειν ἄρχεται.

16. τίπτ᾿ αὖτ᾿ ] ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προλαμβάνοντος τοὺς λόγους τοῦ Διός. τὸ δὲ αὖτε παραπληροῖ, ἢ σημαίνει τὸ πάλιν, ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν, ὅτε αὐτοῖς ἀπη- γόρευε μάχεσθαι.

21. ὧν] ἤτοι ἀνδρῶν. μέλουσι δὲ αὐτῷ ὡς πατέρι θεῶν καὶ ἀνδρῶν. ὁ δὲ πέρ περιττεύει.

23. βέλτιον τὸ ἥμενος τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἀσυνδέτως κέωνται. τέρψεται δὲ διὰ τὸ σώζεσθαι τὸ μοιρίδιον, ἢ ἁλισκομένης τῆς Ἰλίου. ἐπάγει γοῦν· “εἰ γὰρ Ἀχιλλεὺς οἶος Τρωσὶ μαχεῖται, οὐδὲ μίνυνθ᾿ ἕξουσιν”.

25. ἀμφοτέροισι δ᾿ ἀρήγεθ᾿ ] τοῖς μὲν Ἀχαιοῖς, μὴ νῦν ἀπὸ τοῦ Ἀπόλλωνος Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσὶ, μὴ ὑπ᾿ Ἀχιλλέως πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις, θεῶν παρατάξεις συμμίσγει αὐταῖς.

26. εἰ γὰρ Ἀχιλλεὺς οἶος] δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυ- ροτέρους τῶν Τρωϊκῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅπλα ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ᾿ ἵνα πρόφασις Ἀχιλλεῖ τῆς ἀπάτης Ἀπόλλωνος γένηται (ΙΙ. 21, 599), δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ.

29. ἑταίρου χώεται] λείπει ἡ περί· τὸ δὲ αἰνῶς δύναται ἑκατέ- ροις συνάπτεσθαι.

30. Ἀριστοφάνης καὶ οἱ πλείους ὑφ᾿ ἓν προήνεγκαν τὸ ὑπέρ- μορον, ὡς ὑπέρβιον, ἵνα ἀντὶ τοῦ ὑπερμόρως κέηται· δύναται μέντοι καὶ ὑπὲρ μόρον κατὰ διάλυσιν λέγεσθαι.

[*](4. προλαμβάνοντος Bekkerus] 25. εἰ δὲ καὶ—τῶν θεῶν] Haec in παραλαμβάνοντος B supra lecta post τῶν Τρωϊκῶν 10. *ἄνω] ἄλλοις huic transposuit Bekkerus. 11. * κέωνται] κεῖνται 32. κέηται scripsi pro κεῖται)
229

33. Ἥρη μέν] Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς δικαίως καὶ φρονίμως μαχομένοις. Ἐριούνης δὲ ὁ ἐρευνητικός (λόγος γάρ ἐστιν) ἢ ὁ μέγιστα ὠφελῶν, πλεονάζοντος τοῦ υ. Ποσειδῶν δὲ, ὅτι ἀπὸ θαλάσσης πρὸς τοὺς ἐν τῇ ξηρᾷ πολε- μοῦσιν· Ἥφαιστος δὲ διὰ τὸ φρόνιμος καὶ μηχανικὸς καὶ τεχνίτης εἶναι, οἷοι καὶ Ἕλληνες.

37. ῥώοντο] ἐρρωμένως ἐπειρῶντο βί ζειν.