Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

78. ταλαύρινον] ἐν πολέμῳ καρτερικόν.

80. ἀντία Πηλείωνος] ἀμβλύνων αὐτοῦ τὴν καθ᾿ Ἕκτορος ὁρμήν.

84. παιδευτικὰ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας ἀπαλλάσσοντα, δι᾿ ὧν φησὶ τὸν Αἰνείαν διὰ τὰς παῤ οἴνῳ ὑποσχέ- σεις ὀλίγου δεῖν κινδυνεῦσαι. οἰνοποτάζων δὲ πίνων, οὐχὶ ἐσθίων. βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει.

89. διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως δεδήλωκεν· γίνεται δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.

95. οἱ πρόσθεν ἰοῦσα] εὐπρεπῶς ἐπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι. φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν.

φάος τὴν σωτηρίαν, ὡς τὸ “ἤν πού τι φόως Δαναοῖσι γέρωμαι” (ΙΙ. 16, 39).

[*](8. *ξανθίξει] ἐξανθίζει 18. Lemma om. B, sed in textu μάλιστά ἑ habet.)
236

98. αἰεὶ γὰρ πάρα εἴς γε θεῶν] εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.

101. ἶσον τείνειε] τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.

105. καὶ δὲ σέ] ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δε ἀντὶ τοῦ γαρ ἐκδεκτέον.

109. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω] ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν ὁ Ἀχιλλεὺς, ὅπερ ἔδει προλαβεῖν τὸν θεὸν πρὸ τῆς συμβολῆς. λευγαλέοις δὲ εὐτελέσι καὶ ἀχρείοις πρὸς τοὺς ἐκδεχομένους· λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος.

*τινὲς τὸ ἀρειῇ, τῇ ἀπὸ τοῦ Ἄρεως βλάβῃ.

113. οὐλαμόν] τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.

114. ἐκδέχεται Ἡρωδιανὸς τὸ η ὡς ἄρθρον, τὸν δὲ δή παραπλη- ρωματικὸν σύνδεσμον, ἵν᾿ ᾖ, οὐδ᾿ ἔλαθε λευκώλενον Ἤρην, ἣ δή. τὸ δὲ ἄμυδις ψιλοῦται καίτοι παρὰ τὸ ὁμοῦ ὄν· καὶ ἀμάδις αὐτὸ ἔδει εἶναι ὡς χαμάδις, ἀλλὰ τροπῆς γενομένης Αἰολικῆς ἅπαξ τοῦ α εἰς υ ἐψιλώθη καὶ τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ ἄλλυδις· καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δίς ἐπιρρημάτων τῷ ν παραληγόμενα.

125. ἠθέτηνται στίχοι δ᾿ ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρημέ- νοις “δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ” (30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι.

127. αἶσα] τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν αἴ- τιος, Δία δὲ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω τὸ μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν ἃ μέλλει πείσεσθαι· πρόνοιαν δὲ δι᾿ ὧν εὐρύοπα καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης, φησὶν “ἀναγκαίη γὰρ ἐπείγει” (Od. 19, 73). τύχην δὲ οὐδ᾿ ὅλως οἶδεν ὁ ποιητὴς, εἰ μὴ τὰ ἀπὸ ταύτης, ὡς τὸ “τύχε κατὰ στεφάνης.”

133. παρὲκ νόον] παρὰ τὸ καθήκοντα νοῦν. πάνυ δὲ φρονίμως οὐ βούλεται τῆς μάχης ἄρχειν ὡς συνετός.

138. ἄρχωσι] Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεται γὰρ καὶ ἄρχῃσι. ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχε- [*](7. *ὅπερ—συμβολῆς] ὅπερ ὁ θεὸς 14. ὁμοῦ ὄν· καὶ ἁμάδις] *ἄμα ἔδει πρὸ τῆς συμβολῆς μὴ πείσεσθαι παρηγμένον· καὶ τάχα ἁμάδις συμβουλεύειν 21. τῷ Bekkerus] αὐτῷ)

237
σθαι, θαρρεῖν δέ· οἱ γὰρ τῆς μάχης ἴσως ἀρξάμενοι ἡσσηθήσονται. τὸ δὲ σχῆμα καλεῖται Ἀλκμανικόν· κατακορέστερον γὰρ αὐτῷ χρῆ- ται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε· ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.”

140. παῤ αὐτόφι] παῤ αὐτοῖς, οὐ παῤ αὐτά· προεῖπε γὰρ τὸ αὐτίκα.

145. ἀμφίχυτον] τὸ περικεχυμένον· φησὶ γὰρ “χεύαντες δὲ τὸ σῆμα πάλιν κίον” (ΙΙ. 23, 257). οὐκ ἐκ λίθων δὲ, ἀλλʼ ἐξ ἀναχώ- ματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν Ἠροκλέα ἐπ᾿ αὐτὸ, τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον.