Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

382. ἵππουρις] καταχρηστικῶς· οὐ γὰρ τοιαύτη ἦν. ἔθειραι δὲ αἱ τημεληθεῖσαι τρίχες.

384. πειρήθη] ἐπειρήθη ὅπως εἰδῇ πότερον ἔσφιγκται ἢ σαλεύεται περὶ τῷ σώματι. τὸ δὲ ἐντρέχοι, εἰ συνάλλεσθαι τοῖς ὅπλοις δύναιτο καὶ μὴ ἐμποδίζοιτο.

386. Πορφυρίου. τινές φασιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόσμος καὶ γαυριᾶν ἐποίει. ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει, ὡς μὴ δοκεῖν αὐτὸν φέρειν ταῦτα, ἀλλ᾿ αὐτὸν τοῦτον. εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρμονίαν ἔχει. ὁ δὲ λόγος ὑπερβολή· τὰ ὅπλα γοῦν, φησὶ, κοῦφα γεγόνασιν ὡς πτερὰ, καὶ ᾖρε καὶ ἐκούφιζε τὸν Ἀχιλλέα, ὡς ὄρνιθας τὰ πτερά· τὸ γὰρ ἄειρεν ἐπὶ τοῦ ἐκούφιζε· “Νέστωρ δ᾿ ὁ γέρων ἀμογητὶ ἄειρε” (ΙΙ. 11. 637)· “ἤ μ᾿ ἀνάειῤ ἢ ἐγὼ σέ” (ΙΙ. 23. 724). τετόλμηται γοῦν ὁ λόγος ὡς τῶν ὅπλων βασταζόντων τὸν Ἀχιλλέα, οὐ βασταζομένων.

388—391. οὗτοι καὶ ἐπὶ Πατρόκλου κεῖνται, ἵνα γνῶμεν διὰ τί παρέλιπεν αὐτὸ, καὶ ἐνταῦθα πρὸς αὔξησιν Ἀχιλλέως, ὅτι τὸ ἄλλοις μὴ φορητὸν εὐκόλως οὗτος περιῆγε. βριθὺ δὲ τὸ ἐπώδυνον· τὸ γὰρ βάρος ἐπὶ τῶν δοράτων ἄχρηστον.

389. * Πορφυρίου. τὸ “ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλ- λεύς” ἐξηγοῦνται ἀντὶ τοῦ ἠδύνατο· προειπὼν γάρ φησι “τὸ μὲν οὐ δύνατ᾿ ἄλλος Ἀχαιῶν πάλλειν.” πλανῶνται δέ· τῇ γὰρ ἐπιστή- μῃ καὶ τὴν δύναμιν προσάπτει, ὥς πού φησιν “ἐπεὶ οὐδ᾿ ἐμὲ νήϊδά γ᾿ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε” (ΙΙ. 7, 198) καὶ “φῶθ᾿ Ἡρακλῆα μεγάλων ἐπιίστορα ἔργων” (Od. 21, 26), τουτέστιν ἐπιγνώμονα καὶ ἐπιστήμονα, ὡς τὸ “ἴστορα δ᾿ Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω” (ΙΙ. 23, 486) καὶ “ἄμφω δ᾿ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι” (ΙΙ. 18, 501), τουτέστιν ἐπὶ ἐπιστήμονι δικῶν κρίσεως.

393. λέπαδν᾿ ] τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων περιστηθίους ἱμάντας πρὸς τὸ δεσμεῖν.

[*](14, τὰ ὅπλα—βασταζομένων] Haec ab secunda manu addita.)
225

396. χειρὶ λαβῶν ἀραρυῖαν] τῇ χειρὶ ἀραρυῖαν, οἷον οὐκ ἐξολι- σθαίνουσαν τῆς χειρός.

398. ἠλέκτωρ] ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι εἰλούμενον, διὸ καὶ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησίν. ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατ᾿ ἐνεργείας τάσσει, σημάντωρ κοσμήτωρ. λέγω δὲ τὸ κοιμίζω, ὅθεν καὶ λέχος· ὑπερίων δὲ ὅτι καὶ ὅτε αὐτὸν δοκοῦμεν ἡμεῖς κάτω φέρεσθαι, καὶ τότε τὴν γῆν κυκλοῖ καὶ ὑπεράνω ἡμῶν ἐστίν. εἰκότως δὲ πυρὸς αὐγῇ τὸν θώρακα (ΙΙ. 18, 610), τὸ δὲ σάκος σελήνῃ (374), τὸ δὲ κράνος ἀστέρι εἰκάσας (381), τὸν ἐκ πάντων τούτων καταλαμπόμενον ἡλίῳ μάλιστα εἰκάζει τῷ λαμ- προτάτῳ.

*συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα καὶ ἠλέκτορα καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον, ἢ ἤλεκτρος ὁ θεὸς ὀνομάζεται μηδέποτε κοίτης ἐπι- ψαύων, ἢ τάχα πιθανώτερον, ἐπιελίκτωρ τις ὢν καὶ κυκλοτερεῖ φορῷ δι᾿ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. ὑπερίονα δὲ νομιστέον αὐτὸν ὡς ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ, οἶμαι, καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν “ἠέλιός θ᾿ ὑπεριέμενος γαῖάν τ᾿ ἐπιθάλπων.” εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην, ὡς Ἀτρείδην εἶπε τὸν Ἀγαμέμνονα καὶ Πηλείδην τὸν Ἀχιλλέα.

401. ἄλλως] μὴ ὡς ἐπὶ Πατρόκλῳ. ἔστι δὲ ὁ μὲν Αὐτομέδων θνητὸς, οἱ δὲ ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σώζειν δυνα- μένοις. ἢ ὅτι διὰ τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐπιπλήττει.

405. παρέκλινε τὴν κεφαλὴν, ἐπιστρέφων ἑαυτὸν ὥστε ἐναντίος τῷ Ἀχιλλεῖ γενέσθαι καὶ πρὸς αὐτὸν λαλῆσαι.

406. ζεύγλης] ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος ἐντίθεται.

407. αὐδήεντα] λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς δὲ, φασὶ, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητὴς, τὸ φωνῆς μετέ- [*](5. *μὴ] ἡμᾶς supra p. 188, 10—21: levi cum di- 13—24. Eadem Heracliti verba versitate scripturae.)

226
χοντας ἵππους εἰσάγειν, θεῷ τὴν αἰτίαν ἀνατίθησι, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐστιν ἀὴρ πεπληγμένος. τί δὲ ἄτοπον, ὅπου γε καὶ Θέτις προεῖπεν (ΙΙ. 18, 96) “αὐτίκα γάρ τοι ἔπειτα μεθ᾿ Ἕκτορα πότμος ἑτοῖμος,”

τὸ “αὐδήεντα δ᾿ ἔθηκε θεὰ λευκώλενος Ἥρη” οὐκ ἔστι φωνὴν ἔχοντα, ἀλλ᾿ ἀνθρωπείᾳ φθεγγόμενον ὀπὶ ὡς οἱ ἄνθρωποι, καὶ ὡς παράδοξον ἐπεσημήνατο. καὶ τὸ “Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα” (Od. 10, 136) σημαίνει τὸ ἀνθρωπίνως φθεγγομένη, οὐχ ὡς θεός. διὰ σημείων γὰρ, οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν, καὶ δι᾿ ὀνείρων καὶ ἐφετμῶν, καὶ οὐκ αὐδῆς φθέγγονται οἱ θεοί. καὶ ἀλλαχόθι “οἵ τ᾿ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. 4, 353), τῶν θεοπροπίων λέγει. ἡ δὲ Κίρκη “καλὸν ἀοιδιάει” (Od. 10, 227) ὡς ἄνθρωπος.

411. νωχελίῃ] νωχελία παρὰ τὸ μὴ δύνασθαι κέλλειν· ὅθεν παρῆκται καὶ χελώνη.

413. θεῶν ὤριστος] ἥλιος γάρ ἐστιν ὁ μείζων πάντων τῶν ἄστρων.

417. θεῷ τε καὶ ἀνέρι] φασὶ γὰρ ὅτι ἐν σχήματι Πάριδος ὁ Ἀπόλλων αὐτὸν ἐτόξευσεν διὰ τὸν Πολυξένης ἔρωτα.

418. Ἐρινύες ἔσχεθον αὐδήν] ἐπίσκοποι γάρ εἰσι τῶν παρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο.

423. ἄδην ἐλάσαι] ἀθρόως κορέσαι καὶ πληρῶσαι. μεγαλο- φυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται τῆς ὁρμήσεως, βουλόμενος καὶ ἐν αὐτῇ τῇ τελευτῇ ἀνδραγαθίαις ἐνθα- νεῖν.