Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

95. ὠκύμορος δή μοι] περιπαθῶς ἀνεβόησεν ἀποτρέπουσα τῆς ἐξόδου αὐτόν. περιπαθὲς δὲ καὶ τὸ τὴν αὐτὴν εἶναι προθεσμίαν Ἀχιλλεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλα- γῆς.

98. διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον πεποίηκεν, ὅς γε, ὅτε ἔζη, τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν δουλεύων μᾶλλον ἢ ἔχειν τὴν τοῦ Ἅιδου βασιλείαν (Od. 11, 488); ἢ οὔτε τὸ τεθνάναι δι᾿ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, ἀλλὰ μόνα τὰ καλὰ ἔργα, καὶ ὅπως πράττῃ ταῦτα. ἵνα μὲν γὰρ βοηθήσῃ τῷ Πατρόκλῳ, τεθναίην φησὶν, [*](31. δουλεύων—οὔτε τὸ ζῆν] Haec B in marg. habet a m. sec.)

170
ἵνα δὲ τῷ πατρὶ, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλό- καλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθα- νὼν, καὶ ἀναβιώσεσθαι πάλιν, εἰ μέλλοι τῶν κατʼ ἀρετήν τι πρᾶξαι ἀναζήσας. ὅρα δὲ πῶς τῷ αὐτίκα χρησάμενος ᾧ καὶ ἡ Θέτις, τὸν διʼ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφηνε. καλὸν δὲ πρὸς φιλεται- ρίαν παράδειγμα, εἴ γε τοῖς τοσούτοις μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θάνατον αἱρεῖται ὑπὲρ φίλου.

100. ἐμεῖο δὲ δῆσεν] ὅμοιον τῷ “ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ” (Od. 1, 254). ἔστι δὲ ἀντὶ τοῦ ἐδέησεν. ἀρῆς δὲ τῆς βλάβης, ὡς τὸ “Μέντορ, ἄμυνον ἀρήν” (Od. 22, 208). ἐμοῦ γὰρ, φησὶν, ἐδέησε τῷ Πατρόκλῳ ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι. τινὲς δὲ Ἄρεως τοῦ πολέμου· καὶ ἔστιν ὁ λόγος τοιοῦτος, ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεως, καθʼ ὃν ἀπώλετο Πάτροκλος.

101. τὸ ἑξῆς, νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω. τὰ δὲ ἄλλα διὰ μέσου.

104. ἐτώσιον ἄχθος ἀρούρης] τὴν ἀπραξίαν δηλοῖ τοῦ μεγέθους τοῦ ἥρωος, εἴ γε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει ἀργοῦντα.

105. οἷος οὔτις] ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέσητον τὸ ἑαυτὸν ἐπαινεῖν. ἔθος γὰρ τοῖς παλαιοῖς ἑαυτοὺς ἐγκωμιάζειν. διὰ δὲ τοῦ ἐγκωμίου ἑαυτοῦ κατηγορεῖ, ὅτι γε τοῖς ταλαιπώροις οὐκ ἤμυνε τοιοῦτος ὤν.

108. πολύφρονά περ] ἀπολογία αὕτη Ἀχιλλέως, ὅτι καὶ περὶ τοὺς ἄγαν φρονίμους τὸ πάθος συμβαίνει. χαλεπῆναι δὲ τὸ εἰς χαλεπότητα ἀχθῆναι.

*τὸ δὲ ἐφέηκεν ἀντὶ τοῦ ἐν ἐφέσει ποιεῖ γενέσθσι τοῦ χαλεπῆναι καὶ τὸν πολύφρονα.

109. καταλειβομένοιο] τοῦ ἐν μελισσουργείοις καταστάζοντος. βούλεται δὲ διὰ τούτου τὸ πλῆθος ἐμφῆναι.

110. ἠΰτε καπνός] θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε· καπνὸν δὲ τὸ πῦρ φησὶν, ὡς τὸ “κάπνισάν τε κατὰ κλισίας” (Il. 2, 399)· ἄτοπον γὰρ καιομένῃ καὶ λαμπούσῃ φλογὶ καπνὸν εἰκά- [*](4. τῷ αὐτίκα] τῷ αὐτῷ ὀνόματι scriptum in codicibus Scorialensi Bekk. et Harleiano. 8—14. Huic scholio paullo aliter 10. *ἄμυνον] ἀμύνων scripto Πορφυρίου nomen est prae-)

171
ζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γίνοιτο. παρέπεται δὲ αὕτη τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον.

*δῆλον δὲ ὅτι κατὰ ἀναθυμίασιν τὴν ἀπὸ τῆς ὀργῆς φερομένην ὁ θυμὸς ἀναφέρεται.

111. Ἀγαμέμνων] ἡρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ ὅτι ἄλλος αἴτιος τῆς ὀργῆς κατέστη.

112. ἀλλὰ τὰ μέν] ἤδη τινὰ μετάνοιαν πορίζεται τῇ ὀργῇ. ὅρα δὲ τὴν τοῦ θυμοῦ ὑπερβολήν· τὸ γὰρ ἀχνύμενοί περ τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπʼ αὐτοῖς ἐπὶ πλεῖον μηνίσαντες. οὐκοῦν δύο ὄντων τῶν παθῶν περὶ τὴν ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκε. καὶ τὸ ἐπιφερόμενον τοιοῦτόν τι ὑπο- βάλλει, ὅτι ὑπὸ μείζονος ἀνάγκης κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων δὲ μεῖζον τὸ ἐπὶ Πατρόκλῳ πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους. θυμὸν δὲ τὸ θυμικὸν πάθος, τὴν ὀργήν.

115. κῆρα δʼ ἐγώ] γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαν- τικὸν δὲ καὶ τὸ δέξομαι, οἷον προθύμως ὑποστήσομαι.

117. οὐδὲ γὰρ οὐδέ] περισσὴ ἡ μία ἀπόφασις. παρηγορία δὲ γέγονε τὸ Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ καὶ τῇ μητρί· παραμυ- θία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ κρείσσους ἀτυχία.

121. κείσομʼ ἐπεί κε θάνω] ἡ μὲν Θέτις εἶργε διὰ τὸν θάνατον· ὁ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρακτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι;

122. καί τινα Τρωϊάδων] ἤδη ὑπʼ ὄψιν λαμβάνει τὰ ἐπακολουθή- σοντα τοῖς πολεμίοις δεινὰ, ὥσπερ ἐμπιμπλάμενος τῆς αὐτῶν τιμω- ρίας διὰ τῆς ἐλπίδος.

126. μηδέ μʼ ἔρυκε] τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμπο- δίζοντα τῇ σπουδῇ. ὅλος δὲ τὴν ἐκδίκησιν τοῦ φίλου σκοπῶν οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα, ὅτι ἄπορος αὐτῷ νῦν ἡ ἔξοδος. ὅρα δὲ πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ θέλειν ἀργεῖν. καὶ ὁ ποιητής φησι “δηρὸν δὲ μάχης ἐπέπαυτο (Il. 19, [*](32. *ὀλίγον] ὅλον)

172
46), οὐ πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας, ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμφορῶν.

128. ναὶ δή] γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ τιθε- μένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας, καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν μητέρα.

131. χάλκεα] κεχαλκευμένα· καὶ τὸν χρυσοχόον γὰρ χαλκέα καλεῖ· “ἦλθε δὲ χαλκεὺς, ὅπλʼ ἐν χερσὶν ἔχων, χαλκήϊα, οἷσί τε χρυσὸν εἰργάζετο” (Od. 3, 432).