Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. σμερδαλέον δʼ ᾤμωξεν] θρηνητικὸν ἀνεφθέγξατο. προκατα- σκευὴ δὲ χρειώδης τῆς μεγαλοφωνίας Ἀχιλλέως· “τρὶς μὲν ἀπὸ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεὺς, τρὶς δὲ κυκήθησαν Τρῶες” (228). συνετῶς δὲ οἰμώξαντα μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπλη- γότι.

44. Δεξαμένη] τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. ἀντιτάσσεται δὲ αὐτοῖς τὸ Δαναός Δανάη καὶ κολωνός κολώνη.

54. δυσαριστοτόκεια] ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, ἄριστον καὶ δύστηνον. καὶ Ὀλυμπιὰς ἐντεῦθεν περὶ Ἀλεξάνδρου φησὶ “κρείσσων γέγονεν ἢ μητρὶ συνέφερεν.”

57. γουνῷ ἀλωῆς] τῷ γονίμῳ. τινὲς δὲ τὸ γεώλοφόν φασιν, ὃ καὶ τῶν καταιγίδων ἀπήλλακται καὶ ταῖς πραείαις αὔραις αὔξει μᾶλλον τὰ φυτά.

59. τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις] οὐκοῦν δεινότερα τῶν θνητῶν πέπονθεν ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ πρὸ πολλοῦ λυπεῖσθαι καὶ θρηνεῖν, προεγνωκυῖα τὸν τοῦ παιδὸς θάνατον.

63. ἴδοιμι] ἀντὶ τοῦ συντύχοιμι. καὶ ἐν Ὀδυσσείᾳ (9, 229) “ὄφῤ αὐτόν τε ἴδοιμι,” καὶ “ὄψομαι δώματα πατρός” (141).

64. ἀπό] οὐκ ἀναστρεπτέον τὴν ἀπό· τότε γὰρ οὐκ ἀναστρέφεται ὅτε δηλοῦσα τὴν ἄποθεν συντάσσεται γενικῇ, μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων· “ἀπὸ ἧς ἀλόχοιο” “ἀπὸ πατρίδος ἄνδρα κατακτάς.” πρόσκειται μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων διὰ τὸ “πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος” (Od. 6, 640)· ἐνθάδε γὰρ ἀναστρέφεται.

68. ἐπισχερώ] ὀξύνεται, καὶ δηλοῖ τὸ ἐφεξῆς. τοῦτο δὲ σεση- μείωται, καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα ὀξύνεται, εἰ μὴ τὰ δύο ταῦτα.

71. ὀξὺ δὲ κωκύσασα] περιπαθὲς τὸ σχῆμα, ὅτι πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν τοῦ παιδὸς καὶ ὑπʼ αὐτῆς τῆς ὄψεως κινηθεῖσα.

75. πρίν γʼ εὔχεο] κατὰ τὸ λεληθός· ἢ ἐπεί φησι “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο” (Il. 1, 393).

[*](31. *τῆς ὄψεως] om.)
169

77. ἀεκήλια] ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. Ἀρίσταρχος δέ φησι τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. ἢ παρὰ τὸ ἕκηλος, τὰ μὴ ἡσύχια μηδὲ εἰρηναῖα.

80. τί μοι τῶν ἦδος] ὑπερβολὴ φιλίας, ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.

82. περιπαθῶς πάνυ τὸ ἀπώλεσα ὡς ἐπὶ κτήματος μεγάλου τοῦ φίλου. Πυθαγόρειοι δὲ ἐρωτώμενοι τί ἐστι φίλος, ἔλεγον ἄλλος ἐγώ.

84. τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν] δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολεμίῳ κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· φιλότιμος γάρ. ἅμα δὲ καὶ ἐν χρείᾳ ὅπλων ἐστί· διὸ πολυλογεῖ περὶ αὐτῶν.

86. αὖθι] ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρηΐδων. φιλο- μήτωρ δὲ ὁ εὐχόμενος μὴ γενέσθαι, διὰ τὸ μὴ λυπῆσαι τὴν μητέρα.

88. συμφορὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆσθαι ὁμολογῶν, ἔλεον ἑαυτῷ θηρᾶται. ἠθικὸν δέ ἐστι καὶ βιωφελὲς τὸ πρᾶγμα· εἰώθαμεν γὰρ λέγειν τοῖς φίλοις ὡς αἴτιοί ἐσμεν τῶν κακῶν.

92. πρῶτος] ἔδει πρότερος· δύο γάρ εἰσιν. ἐμφαντικῶς δὲ ἄγαν πάντα μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ μετʼ ἄλλους δὲ ἐπιθυμεῖν φησὶ τῆς Ἕκτορος ἀναιρέσεως, ἀλλʼ ἐκείνου προτέρου.

τὴν μὲν ἀπό οὐκ ἀναστρεπτέον· ἔστι γὰρ ἀπολέσῃ. τὴν δὲ ὑπό οἱ μὲν συντάσσοντες τῷ δουρί ὀρθοτονοῦσιν, οἱ δὲ τῷ ἐμῷ ἀναστρέφουσιν.

93. ὑπὲρ ὧν εἵλκυσεν, ἵνα ἀνθελκυσθῇ.