Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

136. *νεῦμαι] πορεύσομαι.

137. τεύχεα καλὰ φέρουσα] ἐπαγγέλλεται αὐτῷ κομίσαι ὅπλα, εἰδυῖα Ἥφαιστον τὸν ἄριστον δημιουργὸν χάριτας αὐτῇ εἰδότα πολλάς.

141. ὀψόμεναί τε γέρονθʼ] νόμον τίθεται συνεῖναι γονεῦσι, καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι· τοῦτο γὰρ δηλοῖ τὸ “καί οἱ πάντʼ ἀγορεύσατε.”

143. αἴ κ᾿ ἐθέλῃσι] πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο ὅτι πάντως οἴσοι ὅπλα παῤ Ἡφαίστου· πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως· φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι, ὥσπερ ἐπι- τάττειν μέλλουσαν τῷ Ἡφαίστῳ.

145. αἱ δʼ] αἱ διαιρέσεις θαυμασταὶ καὶ τὸν νοῦν ἀναρτῶσαι τῶν ἀκροατῶν· αἱ μὲν τάδε ἔπραττον, ἡ δὲ Θέτις ἀπῄει πρὸς τὸν Ἥφαι- στον, οἱ δὲ Ἀχαιοὶ ἐν τοιούτοις ἦσαν.

148. αὐτὰρ Ἀχαιοί] δαιμονίως ἀναλαμβάνει ἀφʼ ὧν ἀπέλιπεν· καὶ τὸ διάκενον τῆς πορείας Θέτιδος ποικίλλει ταῖς περὶ Πάτροκλον πράξεσι.

151. τοῖς μὲν ἀκροαταῖς ἐλπὶς ἦν ἐξειλκύσθαι Πάτροκλον· ὁ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγαγὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται τὴν Ἀχιλλέως ἔξοδον.

158. ἔμπεδον] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῷ πέδῳ ἑδραίων οἰκοδομῶν ἢ τῶν φυτῶν.

160. μέγα ἰάχων] καὶ τοῦτο πρὸς τὴν τῶν πολεμίων κατά- πληξιν.

161. παντάπασιν εἴκασται λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ νεκρὸς σώ- ματι ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπείγεται δὲ καὶ τῇ πείνῃ ὁ λέων.

[*](24. *Πάτροκλον] πατρόκλου)
173

162. δίεσθαι] ὁμοίως τῷ τίθεσθαι· ἐνεστῶτος γάρ ἐστιν ἀπὸ τοῦ διημι.

168. διὰ τί, φασὶ, κρύβδα Διός; καὶ μήν φησι “μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι” (Il. 17, 272). ἀλλʼ ἐπεὶ ὑπέ- σχετο Ἕκτορι ἀριστεύειν ἕως ἑσπέρας, διὰ τοῦτο αὐτὸν λάθρα βού- λεται προαναστῆσαι, ἵνα τὸν τοῦ Διὸς ματαιώσῃ λόγον.

177. πῆξαι ἀνὰ σκολόπεσσι] πάντα ὑπὲρ παροξυσμοῦ τίθησιν· οἶδε γὰρ αὐτὸν ὑπὸ Θνέτιδος ἐντεταλμένον μὴ ἐξιέναι.

179. Πάτροκλον Τρωῇσι κυσί] δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγκεν, ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ, τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται, ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα περιιδεῖν Πάτροκλον.

180. σοὶ λώβη] ὡς φιλεταίρῳ καὶ πρακτικῷ.

182. ἀναγκαίως γνῶναι βούλεται εἰ τῆς κελευσάσης μένειν ἀξιο- πιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.

185. οὐδʼ οἶδε Κρονίδης] δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία.

188. πῶς τʼ ἄῤ ἴω] θαυμαστοὶ οἱ διάλογοι, πάσας ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.